Skip to content

?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄

1:1 λόγος κυρίου ὃς ἐγενήθη πρὸς Ωσηε τὸν τοῦ Βεηρι ἐν ἡμέραις Οζιου καὶ Ιωαθαμ καὶ Αχαζ καὶ Εζεκιου βασιλέων Ιουδα καὶ ἐν ἡμέραις Ιεροβοαμ υἱοῦ Ιωας βασιλέως Ισραηλ
1:2 ἀρχὴ λόγου κυρίου πρὸς Ωσηε καὶ εἶπεν κύριος πρὸς Ωσηε βάδιζε λαβὲ σεαυτῷ γυναῖκα πορνείας καὶ τέκνα πορνείας διότι ἐκπορνεύουσα ἐκπορνεύσει ἡ γῆ ἀπὸ ὄπισθεν τοῦ κυρίου
1:3 καὶ ἐπορεύθη καὶ ἔλαβεν τὴν Γομερ θυγατέρα Δεβηλαιμ καὶ συνέλαβεν καὶ ἔτεκεν αὐτῷ υἱόν
1:4 καὶ εἶπεν κύριος πρὸς αὐτόν κάλεσον τὸ ὄνομα αὐτοῦ Ιεζραελ διότι ἔτι μικρὸν καὶ ἐκδικήσω τὸ αἷμα τοῦ Ιεζραελ ἐπὶ τὸν οἶκον Ιου καὶ καταπαύσω βασιλείαν οἴκου Ισραηλ
1:5 καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ συντρίψω τὸ τόξον τοῦ Ισραηλ ἐν τῇ κοιλάδι τοῦ Ιεζραελ
1:6 καὶ συνέλαβεν ἔτι καὶ ἔτεκεν θυγατέρα καὶ εἶπεν αὐτῷ κάλεσον τὸ ὄνομα αὐτῆς Οὐκ-ἠλεημένη διότι οὐ μὴ προσθήσω ἔτι ἐλεῆσαι τὸν οἶκον τοῦ Ισραηλ ἀλλ᾽ ἢ ἀντιτασσόμενος ἀντιτάξομαι αὐτοῖς
1:7 τοὺς δὲ υἱοὺς Ιουδα ἐλεήσω καὶ σώσω αὐτοὺς ἐν κυρίῳ θεῷ αὐτῶν καὶ οὐ σώσω αὐτοὺς ἐν τόξῳ οὐδὲ ἐν ῥομφαίᾳ οὐδὲ ἐν πολέμῳ οὐδὲ ἐν ἅρμασιν οὐδὲ ἐν ἵπποις οὐδὲ ἐν ἱππεῦσιν
1:8 καὶ ἀπεγαλάκτισεν τὴν Οὐκ-ἠλεημένην καὶ συνέλαβεν ἔτι καὶ ἔτεκεν υἱόν
1:9 καὶ εἶπεν κάλεσον τὸ ὄνομα αὐτοῦ Οὐ-λαός-μου διότι ὑμεῖς οὐ λαός μου καὶ ἐγὼ οὔκ εἰμι ὑμῶν


List of Articles
번호 분류 제목
» Hosea Greek LXX(Rahlps), Hosea, Chapter 01
13 Hosea Greek LXX(Rahlps), Hosea, Chapter 02
12 Hosea Greek LXX(Rahlps), Hosea, Chapter 03
11 Hosea Greek LXX(Rahlps), Hosea, Chapter 04
10 Hosea Greek LXX(Rahlps), Hosea, Chapter 05
9 Hosea Greek LXX(Rahlps), Hosea, Chapter 06
8 Hosea Greek LXX(Rahlps), Hosea, Chapter 07
7 Hosea Greek LXX(Rahlps), Hosea, Chapter 08
6 Hosea Greek LXX(Rahlps), Hosea, Chapter 09
5 Hosea Greek LXX(Rahlps), Hosea, Chapter 10
4 Hosea Greek LXX(Rahlps), Hosea, Chapter 11
3 Hosea Greek LXX(Rahlps), Hosea, Chapter 12
2 Hosea Greek LXX(Rahlps), Hosea, Chapter 13
1 Hosea Greek LXX(Rahlps), Hosea, Chapter 14
목록
Board Pagination Prev 1 Next
/ 1

All the bible versions, Commentaries and Dictionaries here have their own right.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Ecclesyna Lingua Franca

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소