Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄

2:1 εἶπον ἐγὼ ἐν καρδίᾳ μου δεῦρο δὴ πειράσω σε ἐν εὐφροσύνῃ καὶ ἰδὲ ἐν ἀγαθῷ καὶ ἰδοὺ καί γε τοῦτο ματαιότης
2:2 τῷ γέλωτι εἶπα περιφορὰν καὶ τῇ εὐφροσύνῃ τί τοῦτο ποιεῖς
2:3 κατεσκεψάμην ἐν καρδίᾳ μου τοῦ ἑλκύσαι εἰς οἶνον τὴν σάρκα μου καὶ καρδία μου ὡδήγησεν ἐν σοφίᾳ καὶ τοῦ κρατῆσαι ἐπ᾽ ἀφροσύνῃ ἕως οὗ ἴδω ποῖον τὸ ἀγαθὸν τοῖς υἱοῖς τοῦ ἀνθρώπου ὃ ποιήσουσιν ὑπὸ τὸν ἥλιον ἀριθμὸν ἡμερῶν ζωῆς αὐτῶν
2:4 ἐμεγάλυνα ποίημά μου ᾠκοδόμησά μοι οἴκους ἐφύτευσά μοι ἀμπελῶνας
2:5 ἐποίησά μοι κήπους καὶ παραδείσους καὶ ἐφύτευσα ἐν αὐτοῖς ξύλον πᾶν καρποῦ
2:6 ἐποίησά μοι κολυμβήθρας ὑδάτων τοῦ ποτίσαι ἀπ᾽ αὐτῶν δρυμὸν βλαστῶντα ξύλα
2:7 ἐκτησάμην δούλους καὶ παιδίσκας καὶ οἰκογενεῖς ἐγένοντό μοι καί γε κτῆσις βουκολίου καὶ ποιμνίου πολλὴ ἐγένετό μοι ὑπὲρ πάντας τοὺς γενομένους ἔμπροσθέν μου ἐν Ιερουσαλημ
2:8 συνήγαγόν μοι καί γε ἀργύριον καὶ χρυσίον καὶ περιουσιασμοὺς βασιλέων καὶ τῶν χωρῶν ἐποίησά μοι ᾄδοντας καὶ ᾀδούσας καὶ ἐντρυφήματα υἱῶν τοῦ ἀνθρώπου οἰνοχόον καὶ οἰνοχόας
2:9 καὶ ἐμεγαλύνθην καὶ προσέθηκα παρὰ πάντας τοὺς γενομένους ἔμπροσθέν μου ἐν Ιερουσαλημ καί γε σοφία μου ἐστάθη μοι
2:10 καὶ πᾶν ὃ ᾔτησαν οἱ ὀφθαλμοί μου οὐχ ὑφεῖλον ἀπ᾽ αὐτῶν οὐκ ἀπεκώλυσα τὴν καρδίαν μου ἀπὸ πάσης εὐφροσύνης ὅτι καρδία μου εὐφράνθη ἐν παντὶ μόχθῳ μου καὶ τοῦτο ἐγένετο μερίς μου ἀπὸ παντὸς μόχθου μου
2:11 καὶ ἐπέβλεψα ἐγὼ ἐν πᾶσιν ποιήμασίν μου οἷς ἐποίησαν αἱ χεῖρές μου καὶ ἐν μόχθῳ ᾧ ἐμόχθησα τοῦ ποιεῖν καὶ ἰδοὺ τὰ πάντα ματαιότης καὶ προαίρεσις πνεύματος καὶ οὐκ ἔστιν περισσεία ὑπὸ τὸν ἥλιον
2:12 καὶ ἐπέβλεψα ἐγὼ τοῦ ἰδεῖν σοφίαν καὶ περιφορὰν καὶ ἀφροσύνην ὅτι τίς ὁ ἄνθρωπος ὃς ἐπελεύσεται ὀπίσω τῆς βουλῆς τὰ ὅσα ἐποίησεν αὐτήν
2:13 καὶ εἶδον ἐγὼ ὅτι ἔστιν περισσεία τῇ σοφίᾳ ὑπὲρ τὴν ἀφροσύνην ὡς περισσεία τοῦ φωτὸς ὑπὲρ τὸ σκότος
2:14 τοῦ σοφοῦ οἱ ὀφθαλμοὶ αὐτοῦ ἐν κεφαλῇ αὐτοῦ καὶ ὁ ἄφρων ἐν σκότει πορεύεται καὶ ἔγνων καί γε ἐγὼ ὅτι συνάντημα ἓν συναντήσεται τοῖς πᾶσιν αὐτοῖς
2:15 καὶ εἶπα ἐγὼ ἐν καρδίᾳ μου ὡς συνάντημα τοῦ ἄφρονος καί γε ἐμοὶ συναντήσεταί μοι καὶ ἵνα τί ἐσοφισάμην ἐγὼ τότε περισσὸν ἐλάλησα ἐν καρδίᾳ μου διότι ἄφρων ἐκ περισσεύματος λαλεῖ ὅτι καί γε τοῦτο ματαιότης
2:16 ὅτι οὐκ ἔστιν μνήμη τοῦ σοφοῦ μετὰ τοῦ ἄφρονος εἰς αἰῶνα καθότι ἤδη αἱ ἡμέραι αἱ ἐρχόμεναι τὰ πάντα ἐπελήσθη καὶ πῶς ἀποθανεῖται ὁ σοφὸς μετὰ τοῦ ἄφρονος
2:17 καὶ ἐμίσησα σὺν τὴν ζωήν ὅτι πονηρὸν ἐπ᾽ ἐμὲ τὸ ποίημα τὸ πεποιημένον ὑπὸ τὸν ἥλιον ὅτι τὰ πάντα ματαιότης καὶ προαίρεσις πνεύματος
2:18 καὶ ἐμίσησα ἐγὼ σὺν πάντα μόχθον μου ὃν ἐγὼ μοχθῶ ὑπὸ τὸν ἥλιον ὅτι ἀφίω αὐτὸν τῷ ἀνθρώπῳ τῷ γινομένῳ μετ᾽ ἐμέ
2:19 καὶ τίς οἶδεν εἰ σοφὸς ἔσται ἢ ἄφρων καὶ ἐξουσιάζεται ἐν παντὶ μόχθῳ μου ᾧ ἐμόχθησα καὶ ᾧ ἐσοφισάμην ὑπὸ τὸν ἥλιον καί γε τοῦτο ματαιότης
2:20 καὶ ἐπέστρεψα ἐγὼ τοῦ ἀποτάξασθαι τῇ καρδίᾳ μου ἐπὶ παντὶ τῷ μόχθῳ ᾧ ἐμόχθησα ὑπὸ τὸν ἥλιον
2:21 ὅτι ἔστιν ἄνθρωπος οὗ μόχθος αὐτοῦ ἐν σοφίᾳ καὶ ἐν γνώσει καὶ ἐν ἀνδρείᾳ καὶ ἄνθρωπος ὃς οὐκ ἐμόχθησεν ἐν αὐτῷ δώσει αὐτῷ μερίδα αὐτοῦ καί γε τοῦτο ματαιότης καὶ πονηρία μεγάλη
2:22 ὅτι τί γίνεται τῷ ἀνθρώπῳ ἐν παντὶ μόχθῳ αὐτοῦ καὶ ἐν προαιρέσει καρδίας αὐτοῦ ᾧ αὐτὸς μοχθεῖ ὑπὸ τὸν ἥλιον
2:23 ὅτι πᾶσαι αἱ ἡμέραι αὐτοῦ ἀλγημάτων καὶ θυμοῦ περισπασμὸς αὐτοῦ καί γε ἐν νυκτὶ οὐ κοιμᾶται ἡ καρδία αὐτοῦ καί γε τοῦτο ματαιότης ἐστίν
2:24 οὐκ ἔστιν ἀγαθὸν ἐν ἀνθρώπῳ ὃ φάγεται καὶ ὃ πίεται καὶ ὃ δείξει τῇ ψυχῇ αὐτοῦ ἀγαθὸν ἐν μόχθῳ αὐτοῦ καί γε τοῦτο εἶδον ἐγὼ ὅτι ἀπὸ χειρὸς τοῦ θεοῦ ἐστιν
2:25 ὅτι τίς φάγεται καὶ τίς φείσεται πάρεξ αὐτοῦ
2:26 ὅτι τῷ ἀνθρώπῳ τῷ ἀγαθῷ πρὸ προσώπου αὐτοῦ ἔδωκεν σοφίαν καὶ γνῶσιν καὶ εὐφροσύνην καὶ τῷ ἁμαρτάνοντι ἔδωκεν περισπασμὸν τοῦ προσθεῖναι καὶ τοῦ συναγαγεῖν τοῦ δοῦναι τῷ ἀγαθῷ πρὸ προσώπου τοῦ θεοῦ ὅτι καί γε τοῦτο ματαιότης καὶ προαίρεσις πνεύματος


List of Articles
번호 분류 제목
699 Proverbs Greek LXX(Rahlps), Proverbs, Chapter 17
698 Proverbs Greek LXX(Rahlps), Proverbs, Chapter 18
697 Proverbs Greek LXX(Rahlps), Proverbs, Chapter 19
696 Proverbs Greek LXX(Rahlps), Proverbs, Chapter 20
695 Proverbs Greek LXX(Rahlps), Proverbs, Chapter 21
694 Proverbs Greek LXX(Rahlps), Proverbs, Chapter 22
693 Proverbs Greek LXX(Rahlps), Proverbs, Chapter 23
692 Proverbs Greek LXX(Rahlps), Proverbs, Chapter 24
691 Proverbs Greek LXX(Rahlps), Proverbs, Chapter 25
690 Proverbs Greek LXX(Rahlps), Proverbs, Chapter 26
689 Proverbs Greek LXX(Rahlps), Proverbs, Chapter 27
688 Proverbs Greek LXX(Rahlps), Proverbs, Chapter 28
687 Proverbs Greek LXX(Rahlps), Proverbs, Chapter 29
686 Proverbs Greek LXX(Rahlps), Proverbs, Chapter 30
685 Proverbs Greek LXX(Rahlps), Proverbs, Chapter 31
684 Ecclesiastes Greek LXX(Rahlps), Ecclesiastes, Chapter 01
» Ecclesiastes Greek LXX(Rahlps), Ecclesiastes, Chapter 02
682 Ecclesiastes Greek LXX(Rahlps), Ecclesiastes, Chapter 03
681 Ecclesiastes Greek LXX(Rahlps), Ecclesiastes, Chapter 04
680 Ecclesiastes Greek LXX(Rahlps), Ecclesiastes, Chapter 05
679 Ecclesiastes Greek LXX(Rahlps), Ecclesiastes, Chapter 06
678 Ecclesiastes Greek LXX(Rahlps), Ecclesiastes, Chapter 07
677 Ecclesiastes Greek LXX(Rahlps), Ecclesiastes, Chapter 08
676 Ecclesiastes Greek LXX(Rahlps), Ecclesiastes, Chapter 09
675 Ecclesiastes Greek LXX(Rahlps), Ecclesiastes, Chapter 10
674 Ecclesiastes Greek LXX(Rahlps), Ecclesiastes, Chapter 11
673 Ecclesiastes Greek LXX(Rahlps), Ecclesiastes, Chapter 12
672 Song Of Songs Greek LXX(Rahlps), Song Of Songs, Chapter 01
671 Song Of Songs Greek LXX(Rahlps), Song Of Songs, Chapter 02
670 Song Of Songs Greek LXX(Rahlps), Song Of Songs, Chapter 03
669 Song Of Songs Greek LXX(Rahlps), Song Of Songs, Chapter 04
668 Song Of Songs Greek LXX(Rahlps), Song Of Songs, Chapter 05
667 Song Of Songs Greek LXX(Rahlps), Song Of Songs, Chapter 06
666 Song Of Songs Greek LXX(Rahlps), Song Of Songs, Chapter 07
665 Song Of Songs Greek LXX(Rahlps), Song Of Songs, Chapter 08
664 Job Greek LXX(Rahlps), Job, Chapter 01
663 Job Greek LXX(Rahlps), Job, Chapter 02
662 Job Greek LXX(Rahlps), Job, Chapter 03
661 Job Greek LXX(Rahlps), Job, Chapter 04
660 Job Greek LXX(Rahlps), Job, Chapter 05
659 Job Greek LXX(Rahlps), Job, Chapter 06
658 Job Greek LXX(Rahlps), Job, Chapter 07
657 Job Greek LXX(Rahlps), Job, Chapter 08
656 Job Greek LXX(Rahlps), Job, Chapter 09
655 Job Greek LXX(Rahlps), Job, Chapter 10
654 Job Greek LXX(Rahlps), Job, Chapter 11
653 Job Greek LXX(Rahlps), Job, Chapter 12
652 Job Greek LXX(Rahlps), Job, Chapter 13
651 Job Greek LXX(Rahlps), Job, Chapter 14
650 Job Greek LXX(Rahlps), Job, Chapter 15
649 Job Greek LXX(Rahlps), Job, Chapter 16
648 Job Greek LXX(Rahlps), Job, Chapter 17
647 Job Greek LXX(Rahlps), Job, Chapter 18
646 Job Greek LXX(Rahlps), Job, Chapter 19
645 Job Greek LXX(Rahlps), Job, Chapter 20
644 Job Greek LXX(Rahlps), Job, Chapter 21
643 Job Greek LXX(Rahlps), Job, Chapter 22
642 Job Greek LXX(Rahlps), Job, Chapter 23
641 Job Greek LXX(Rahlps), Job, Chapter 24
640 Job Greek LXX(Rahlps), Job, Chapter 25
639 Job Greek LXX(Rahlps), Job, Chapter 26
638 Job Greek LXX(Rahlps), Job, Chapter 27
637 Job Greek LXX(Rahlps), Job, Chapter 28
636 Job Greek LXX(Rahlps), Job, Chapter 29
635 Job Greek LXX(Rahlps), Job, Chapter 30
634 Job Greek LXX(Rahlps), Job, Chapter 31
목록
Board Pagination Prev 1 ... 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 ... 22 Next
/ 22

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소