2:1 πῶς ἐγνόφωσεν ἐν ὀργῇ αὐτοῦ κύριος τὴν θυγατέρα Σιων κατέρριψεν ἐξ οὐρανοῦ εἰς γῆν δόξασμα Ισραηλ καὶ οὐκ ἐμνήσθη ὑποποδίου ποδῶν αὐτοῦ ἐν ἡμέρᾳ ὀργῆς αὐτοῦ
2:2 κατεπόντισεν κύριος οὐ φεισάμενος πάντα τὰ ὡραῖα Ιακωβ καθεῖλεν ἐν θυμῷ αὐτοῦ τὰ ὀχυρώματα τῆς θυγατρὸς Ιουδα ἐκόλλησεν εἰς τὴν γῆν ἐβεβήλωσεν βασιλέα αὐτῆς καὶ ἄρχοντας αὐτῆς
2:3 συνέκλασεν ἐν ὀργῇ θυμοῦ αὐτοῦ πᾶν κέρας Ισραηλ ἀπέστρεψεν ὀπίσω δεξιὰν αὐτοῦ ἀπὸ προσώπου ἐχθροῦ καὶ ἀνῆψεν ἐν Ιακωβ ὡς πῦρ φλόγα καὶ κατέφαγεν πάντα τὰ κύκλῳ
2:4 ἐνέτεινεν τόξον αὐτοῦ ὡς ἐχθρός ἐστερέωσεν δεξιὰν αὐτοῦ ὡς ὑπεναντίος καὶ ἀπέκτεινεν πάντα τὰ ἐπιθυμήματα ὀφθαλμῶν μου ἐν σκηνῇ θυγατρὸς Σιων ἐξέχεεν ὡς πῦρ τὸν θυμὸν αὐτοῦ
2:5 ἐγενήθη κύριος ὡς ἐχθρός κατεπόντισεν Ισραηλ κατεπόντισεν πάσας τὰς βάρεις αὐτῆς διέφθειρεν τὰ ὀχυρώματα αὐτοῦ καὶ ἐπλήθυνεν τῇ θυγατρὶ Ιουδα ταπεινουμένην καὶ τεταπεινωμένην
2:6 καὶ διεπέτασεν ὡς ἄμπελον τὸ σκήνωμα αὐτοῦ διέφθειρεν ἑορτὴν αὐτοῦ ἐπελάθετο κύριος ὃ ἐποίησεν ἐν Σιων ἑορτῆς καὶ σαββάτου καὶ παρώξυνεν ἐμβριμήματι ὀργῆς αὐτοῦ βασιλέα καὶ ἱερέα καὶ ἄρχοντα
2:7 ἀπώσατο κύριος θυσιαστήριον αὐτοῦ ἀπετίναξεν ἁγίασμα αὐτοῦ συνέτριψεν ἐν χειρὶ ἐχθροῦ τεῖχος βάρεων αὐτῆς φωνὴν ἔδωκαν ἐν οἴκῳ κυρίου ὡς ἐν ἡμέρᾳ ἑορτῆς
2:8 καὶ ἐπέστρεψεν κύριος τοῦ διαφθεῖραι τεῖχος θυγατρὸς Σιων ἐξέτεινεν μέτρον οὐκ ἀπέστρεψεν χεῖρα αὐτοῦ ἀπὸ καταπατήματος καὶ ἐπένθησεν τὸ προτείχισμα καὶ τεῖχος ὁμοθυμαδὸν ἠσθένησεν
2:9 ἐνεπάγησαν εἰς γῆν πύλαι αὐτῆς ἀπώλεσεν καὶ συνέτριψεν μοχλοὺς αὐτῆς βασιλέα αὐτῆς καὶ ἄρχοντας αὐτῆς ἐν τοῖς ἔθνεσιν οὐκ ἔστιν νόμος καί γε προφῆται αὐτῆς οὐκ εἶδον ὅρασιν παρὰ κυρίου
2:10 ἐκάθισαν εἰς τὴν γῆν ἐσιώπησαν πρεσβύτεροι θυγατρὸς Σιων ἀνεβίβασαν χοῦν ἐπὶ τὴν κεφαλὴν αὐτῶν περιεζώσαντο σάκκους κατήγαγον εἰς γῆν ἀρχηγοὺς παρθένους ἐν Ιερουσαλημ
2:11 ἐξέλιπον ἐν δάκρυσιν οἱ ὀφθαλμοί μου ἐταράχθη ἡ καρδία μου ἐξεχύθη εἰς γῆν ἡ δόξα μου ἐπὶ τὸ σύντριμμα τῆς θυγατρὸς τοῦ λαοῦ μου ἐν τῷ ἐκλιπεῖν νήπιον καὶ θηλάζοντα ἐν πλατείαις πόλεως
2:12 ταῖς μητράσιν αὐτῶν εἶπαν ποῦ σῖτος καὶ οἶνος ἐν τῷ ἐκλύεσθαι αὐτοὺς ὡς τραυματίας ἐν πλατείαις πόλεως ἐν τῷ ἐκχεῖσθαι ψυχὰς αὐτῶν εἰς κόλπον μητέρων αὐτῶν
2:13 τί μαρτυρήσω σοι ἢ τί ὁμοιώσω σοι θύγατερ Ιερουσαλημ τίς σώσει σε καὶ παρακαλέσει σε παρθένος θύγατερ Σιων ὅτι ἐμεγαλύνθη ποτήριον συντριβῆς σου τίς ἰάσεταί σε
2:14 προφῆταί σου εἴδοσάν σοι μάταια καὶ ἀφροσύνην καὶ οὐκ ἀπεκάλυψαν ἐπὶ τὴν ἀδικίαν σου τοῦ ἐπιστρέψαι αἰχμαλωσίαν σου καὶ εἴδοσάν σοι λήμματα μάταια καὶ ἐξώσματα
2:15 ἐκρότησαν ἐπὶ σὲ χεῖρας πάντες οἱ παραπορευόμενοι ὁδόν ἐσύρισαν καὶ ἐκίνησαν τὴν κεφαλὴν αὐτῶν ἐπὶ τὴν θυγατέρα Ιερουσαλημ ἦ αὕτη ἡ πόλις ἣν ἐροῦσιν στέφανος δόξης εὐφροσύνη πάσης τῆς γῆς
2:16 διήνοιξαν ἐπὶ σὲ στόμα αὐτῶν πάντες οἱ ἐχθροί σου ἐσύρισαν καὶ ἔβρυξαν ὀδόντας εἶπαν κατεπίομεν αὐτήν πλὴν αὕτη ἡ ἡμέρα ἣν προσεδοκῶμεν εὕρομεν αὐτήν εἴδομεν
2:17 ἐποίησεν κύριος ἃ ἐνεθυμήθη συνετέλεσεν ῥήματα αὐτοῦ ἃ ἐνετείλατο ἐξ ἡμερῶν ἀρχαίων καθεῖλεν καὶ οὐκ ἐφείσατο καὶ ηὔφρανεν ἐπὶ σὲ ἐχθρόν ὕψωσεν κέρας θλίβοντός σε
2:18 ἐβόησεν καρδία αὐτῶν πρὸς κύριον τείχη Σιων καταγάγετε ὡς χειμάρρους δάκρυα ἡμέρας καὶ νυκτός μὴ δῷς ἔκνηψιν σεαυτῇ μὴ σιωπήσαιτο θύγατερ ὁ ὀφθαλμός σου
2:19 ἀνάστα ἀγαλλίασαι ἐν νυκτὶ εἰς ἀρχὰς φυλακῆς σου ἔκχεον ὡς ὕδωρ καρδίαν σου ἀπέναντι προσώπου κυρίου ἆρον πρὸς αὐτὸν χεῖράς σου περὶ ψυχῆς νηπίων σου τῶν ἐκλυομένων λιμῷ ἐπ᾽ ἀρχῆς πασῶν ἐξόδων
2:20 ἰδέ κύριε καὶ ἐπίβλεψον τίνι ἐπεφύλλισας οὕτως εἰ φάγονται γυναῖκες καρπὸν κοιλίας αὐτῶν ἐπιφυλλίδα ἐποίησεν μάγειρος φονευθήσονται νήπια θηλάζοντα μαστούς ἀποκτενεῖς ἐν ἁγιάσματι κυρίου ἱερέα καὶ προφήτην
2:21 ἐκοιμήθησαν εἰς τὴν ἔξοδον παιδάριον καὶ πρεσβύτης παρθένοι μου καὶ νεανίσκοι μου ἐπορεύθησαν ἐν αἰχμαλωσίᾳ ἐν ῥομφαίᾳ καὶ ἐν λιμῷ ἀπέκτεινας ἐν ἡμέρᾳ ὀργῆς σου ἐμαγείρευσας οὐκ ἐφείσω
2:22 ἐκάλεσεν ἡμέραν ἑορτῆς παροικίας μου κυκλόθεν καὶ οὐκ ἐγένοντο ἐν ἡμέρᾳ ὀργῆς κυρίου ἀνασῳζόμενος καὶ καταλελειμμένος ὡς ἐπεκράτησα καὶ ἐπλήθυνα ἐχθρούς μου πάντας