2:1 
2:2 καὶ εἶπεν τάδε λέγει κύριος ἐμνήσθην ἐλέους νεότητός σου καὶ ἀγάπης τελειώσεώς σου τοῦ ἐξακολουθῆσαί σε τῷ ἁγίῳ Ισραηλ λέγει κύριος
2:3 ἅγιος Ισραηλ τῷ κυρίῳ ἀρχὴ γενημάτων αὐτοῦ πάντες οἱ ἔσθοντες αὐτὸν πλημμελήσουσιν κακὰ ἥξει ἐπ᾽ αὐτούς φησὶν κύριος
2:4 ἀκούσατε λόγον κυρίου οἶκος Ιακωβ καὶ πᾶσα πατριὰ οἴκου Ισραηλ
2:5 τάδε λέγει κύριος τί εὕροσαν οἱ πατέρες ὑμῶν ἐν ἐμοὶ πλημμέλημα ὅτι ἀπέστησαν μακρὰν ἀπ᾽ ἐμοῦ καὶ ἐπορεύθησαν ὀπίσω τῶν ματαίων καὶ ἐματαιώθησαν
2:6 καὶ οὐκ εἶπαν ποῦ ἐστιν κύριος ὁ ἀναγαγὼν ἡμᾶς ἐκ γῆς Αἰγύπτου ὁ καθοδηγήσας ἡμᾶς ἐν τῇ ἐρήμῳ ἐν γῇ ἀπείρῳ καὶ ἀβάτῳ ἐν γῇ ἀνύδρῳ καὶ ἀκάρπῳ ἐν γῇ ἐν ᾗ οὐ διώδευσεν ἐν αὐτῇ οὐθὲν καὶ οὐ κατῴκησεν ἐκεῖ υἱὸς ἀνθρώπου
2:7 καὶ εἰσήγαγον ὑμᾶς εἰς τὸν Κάρμηλον τοῦ φαγεῖν ὑμᾶς τοὺς καρποὺς αὐτοῦ καὶ τὰ ἀγαθὰ αὐτοῦ καὶ εἰσήλθατε καὶ ἐμιάνατε τὴν γῆν μου καὶ τὴν κληρονομίαν μου ἔθεσθε εἰς βδέλυγμα
2:8 οἱ ἱερεῖς οὐκ εἶπαν ποῦ ἐστιν κύριος καὶ οἱ ἀντεχόμενοι τοῦ νόμου οὐκ ἠπίσταντό με καὶ οἱ ποιμένες ἠσέβουν εἰς ἐμέ καὶ οἱ προφῆται ἐπροφήτευον τῇ Βααλ καὶ ὀπίσω ἀνωφελοῦς ἐπορεύθησαν
2:9 διὰ τοῦτο ἔτι κριθήσομαι πρὸς ὑμᾶς λέγει κύριος καὶ πρὸς τοὺς υἱοὺς τῶν υἱῶν ὑμῶν κριθήσομαι
2:10 διότι διέλθετε εἰς νήσους Χεττιιμ καὶ ἴδετε καὶ εἰς Κηδαρ ἀποστείλατε καὶ νοήσατε σφόδρα καὶ ἴδετε εἰ γέγονεν τοιαῦτα
2:11 εἰ ἀλλάξονται ἔθνη θεοὺς αὐτῶν καὶ οὗτοι οὔκ εἰσιν θεοί ὁ δὲ λαός μου ἠλλάξατο τὴν δόξαν αὐτοῦ ἐξ ἧς οὐκ ὠφεληθήσονται
2:12 ἐξέστη ὁ οὐρανὸς ἐπὶ τούτῳ καὶ ἔφριξεν ἐπὶ πλεῖον σφόδρα λέγει κύριος
2:13 ὅτι δύο πονηρὰ ἐποίησεν ὁ λαός μου ἐμὲ ἐγκατέλιπον πηγὴν ὕδατος ζωῆς καὶ ὤρυξαν ἑαυτοῖς λάκκους συντετριμμένους οἳ οὐ δυνήσονται ὕδωρ συνέχειν
2:14 μὴ δοῦλός ἐστιν Ισραηλ ἢ οἰκογενής ἐστιν διὰ τί εἰς προνομὴν ἐγένετο
2:15 ἐπ᾽ αὐτὸν ὠρύοντο λέοντες καὶ ἔδωκαν τὴν φωνὴν αὐτῶν οἳ ἔταξαν τὴν γῆν αὐτοῦ εἰς ἔρημον καὶ αἱ πόλεις αὐτοῦ κατεσκάφησαν παρὰ τὸ μὴ κατοικεῖσθαι
2:16 καὶ υἱοὶ Μέμφεως καὶ Ταφνας ἔγνωσάν σε καὶ κατέπαιζόν σου
2:17 οὐχὶ ταῦτα ἐποίησέν σοι τὸ καταλιπεῖν σε ἐμέ λέγει κύριος ὁ θεός σου
2:18 καὶ νῦν τί σοι καὶ τῇ ὁδῷ Αἰγύπτου τοῦ πιεῖν ὕδωρ Γηων καὶ τί σοι καὶ τῇ ὁδῷ Ἀσσυρίων τοῦ πιεῖν ὕδωρ ποταμῶν
2:19 παιδεύσει σε ἡ ἀποστασία σου καὶ ἡ κακία σου ἐλέγξει σε καὶ γνῶθι καὶ ἰδὲ ὅτι πικρόν σοι τὸ καταλιπεῖν σε ἐμέ λέγει κύριος ὁ θεός σου καὶ οὐκ εὐδόκησα ἐπὶ σοί λέγει κύριος ὁ θεός σου
2:20 ὅτι ἀπ᾽ αἰῶνος συνέτριψας τὸν ζυγόν σου διέσπασας τοὺς δεσμούς σου καὶ εἶπας οὐ δουλεύσω ἀλλὰ πορεύσομαι ἐπὶ πᾶν βουνὸν ὑψηλὸν καὶ ὑποκάτω παντὸς ξύλου κατασκίου ἐκεῖ διαχυθήσομαι ἐν τῇ πορνείᾳ μου
2:21 ἐγὼ δὲ ἐφύτευσά σε ἄμπελον καρποφόρον πᾶσαν ἀληθινήν πῶς ἐστράφης εἰς πικρίαν ἡ ἄμπελος ἡ ἀλλοτρία
2:22 ἐὰν ἀποπλύνῃ ἐν νίτρῳ καὶ πληθύνῃς σεαυτῇ πόαν κεκηλίδωσαι ἐν ταῖς ἀδικίαις σου ἐναντίον ἐμοῦ λέγει κύριος
2:23 πῶς ἐρεῖς οὐκ ἐμιάνθην καὶ ὀπίσω τῆς Βααλ οὐκ ἐπορεύθην ἰδὲ τὰς ὁδούς σου ἐν τῷ πολυανδρίῳ καὶ γνῶθι τί ἐποίησας ὀψὲ φωνὴ αὐτῆς ὠλόλυξεν τὰς ὁδοὺς αὐτῆς
2:24 ἐπλάτυνεν ἐφ᾽ ὕδατα ἐρήμου ἐν ἐπιθυμίαις ψυχῆς αὐτῆς ἐπνευματοφορεῖτο παρεδόθη τίς ἐπιστρέψει αὐτήν πάντες οἱ ζητοῦντες αὐτὴν οὐ κοπιάσουσιν ἐν τῇ ταπεινώσει αὐτῆς εὑρήσουσιν αὐτήν
2:25 ἀπόστρεψον τὸν πόδα σου ἀπὸ ὁδοῦ τραχείας καὶ τὸν φάρυγγά σου ἀπὸ δίψους ἡ δὲ εἶπεν ἀνδριοῦμαι ὅτι ἠγαπήκει ἀλλοτρίους καὶ ὀπίσω αὐτῶν ἐπορεύετο
2:26 ὡς αἰσχύνη κλέπτου ὅταν ἁλῷ οὕτως αἰσχυνθήσονται οἱ υἱοὶ Ισραηλ αὐτοὶ καὶ οἱ βασιλεῖς αὐτῶν καὶ οἱ ἄρχοντες αὐτῶν καὶ οἱ ἱερεῖς αὐτῶν καὶ οἱ προφῆται αὐτῶν
2:27 τῷ ξύλῳ εἶπαν ὅτι πατήρ μου εἶ σύ καὶ τῷ λίθῳ σὺ ἐγέννησάς με καὶ ἔστρεψαν ἐπ᾽ ἐμὲ νῶτα καὶ οὐ πρόσωπα αὐτῶν καὶ ἐν τῷ καιρῷ τῶν κακῶν αὐτῶν ἐροῦσιν ἀνάστα καὶ σῶσον ἡμᾶς
2:28 καὶ ποῦ εἰσιν οἱ θεοί σου οὓς ἐποίησας σεαυτῷ εἰ ἀναστήσονται καὶ σώσουσίν σε ἐν καιρῷ τῆς κακώσεώς σου ὅτι κατ᾽ ἀριθμὸν τῶν πόλεών σου ἦσαν θεοί σου Ιουδα καὶ κατ᾽ ἀριθμὸν διόδων τῆς Ιερουσαλημ ἔθυον τῇ Βααλ
2:29 ἵνα τί λαλεῖτε πρός με πάντες ὑμεῖς ἠσεβήσατε καὶ πάντες ὑμεῖς ἠνομήσατε εἰς ἐμέ λέγει κύριος
2:30 μάτην ἐπάταξα τὰ τέκνα ὑμῶν παιδείαν οὐκ ἐδέξασθε μάχαιρα κατέφαγεν τοὺς προφήτας ὑμῶν ὡς λέων ὀλεθρεύων καὶ οὐκ ἐφοβήθητε
2:31 ἀκούσατε λόγον κυρίου τάδε λέγει κύριος μὴ ἔρημος ἐγενόμην τῷ Ισραηλ ἢ γῆ κεχερσωμένη διὰ τί εἶπεν ὁ λαός μου οὐ κυριευθησόμεθα καὶ οὐχ ἥξομεν πρὸς σὲ ἔτι
2:32 μὴ ἐπιλήσεται νύμφη τὸν κόσμον αὐτῆς καὶ παρθένος τὴν στηθοδεσμίδα αὐτῆς ὁ δὲ λαός μου ἐπελάθετό μου ἡμέρας ὧν οὐκ ἔστιν ἀριθμός
2:33 τί ἔτι καλὸν ἐπιτηδεύσεις ἐν ταῖς ὁδοῖς σου τοῦ ζητῆσαι ἀγάπησιν οὐχ οὕτως ἀλλὰ καὶ σὺ ἐπονηρεύσω τοῦ μιᾶναι τὰς ὁδούς σου
2:34 καὶ ἐν ταῖς χερσίν σου εὑρέθησαν αἵματα ψυχῶν ἀθῴων οὐκ ἐν διορύγμασιν εὗρον αὐτούς ἀλλ᾽ ἐπὶ πάσῃ δρυί
2:35 καὶ εἶπας ἀθῷός εἰμι ἀλλὰ ἀποστραφήτω ὁ θυμὸς αὐτοῦ ἀπ᾽ ἐμοῦ ἰδοὺ ἐγὼ κρίνομαι πρὸς σὲ ἐν τῷ λέγειν σε οὐχ ἥμαρτον
2:36 τί κατεφρόνησας σφόδρα τοῦ δευτερῶσαι τὰς ὁδούς σου καὶ ἀπὸ Αἰγύπτου καταισχυνθήσῃ καθὼς κατῃσχύνθης ἀπὸ Ασσουρ
2:37 ὅτι καὶ ἐντεῦθεν ἐξελεύσῃ καὶ αἱ χεῖρές σου ἐπὶ τῆς κεφαλῆς σου ὅτι ἀπώσατο κύριος τὴν ἐλπίδα σου καὶ οὐκ εὐοδωθήσῃ ἐν αὐτῇ