35:1 εὐφράνθητι ἔρημος διψῶσα ἀγαλλιάσθω ἔρημος καὶ ἀνθείτω ὡς κρίνον
35:2 καὶ ἐξανθήσει καὶ ἀγαλλιάσεται τὰ ἔρημα τοῦ Ιορδάνου καὶ ἡ δόξα τοῦ Λιβάνου ἐδόθη αὐτῇ καὶ ἡ τιμὴ τοῦ Καρμήλου καὶ ὁ λαός μου ὄψεται τὴν δόξαν κυρίου καὶ τὸ ὕψος τοῦ θεοῦ
35:3 ἰσχύσατε χεῖρες ἀνειμέναι καὶ γόνατα παραλελυμένα
35:4 παρακαλέσατε οἱ ὀλιγόψυχοι τῇ διανοίᾳ ἰσχύσατε μὴ φοβεῖσθε ἰδοὺ ὁ θεὸς ἡμῶν κρίσιν ἀνταποδίδωσιν καὶ ἀνταποδώσει αὐτὸς ἥξει καὶ σώσει ἡμᾶς
35:5 τότε ἀνοιχθήσονται ὀφθαλμοὶ τυφλῶν καὶ ὦτα κωφῶν ἀκούσονται
35:6 τότε ἁλεῖται ὡς ἔλαφος ὁ χωλός καὶ τρανὴ ἔσται γλῶσσα μογιλάλων ὅτι ἐρράγη ἐν τῇ ἐρήμῳ ὕδωρ καὶ φάραγξ ἐν γῇ διψώσῃ
35:7 καὶ ἡ ἄνυδρος ἔσται εἰς ἕλη καὶ εἰς τὴν διψῶσαν γῆν πηγὴ ὕδατος ἔσται ἐκεῖ εὐφροσύνη ὀρνέων ἔπαυλις καλάμου καὶ ἕλη
35:8 ἐκεῖ ἔσται ὁδὸς καθαρὰ καὶ ὁδὸς ἁγία κληθήσεται καὶ οὐ μὴ παρέλθῃ ἐκεῖ ἀκάθαρτος οὐδὲ ἔσται ἐκεῖ ὁδὸς ἀκάθαρτος οἱ δὲ διεσπαρμένοι πορεύσονται ἐπ᾽ αὐτῆς καὶ οὐ μὴ πλανηθῶσιν
35:9 καὶ οὐκ ἔσται ἐκεῖ λέων οὐδὲ τῶν θηρίων τῶν πονηρῶν οὐ μὴ ἀναβῇ ἐπ᾽ αὐτὴν οὐδὲ μὴ εὑρεθῇ ἐκεῖ ἀλλὰ πορεύσονται ἐν αὐτῇ λελυτρωμένοι
35:10 καὶ συνηγμένοι διὰ κύριον ἀποστραφήσονται καὶ ἥξουσιν εἰς Σιων μετ᾽ εὐφροσύνης καὶ εὐφροσύνη αἰώνιος ὑπὲρ κεφαλῆς αὐτῶν ἐπὶ γὰρ κεφαλῆς αὐτῶν αἴνεσις καὶ ἀγαλλίαμα καὶ εὐφροσύνη καταλήμψεται αὐτούς ἀπέδρα ὀδύνη καὶ λύπη καὶ στεναγμός