28:1 οὐαὶ τῷ στεφάνῳ τῆς ὕβρεως οἱ μισθωτοὶ Εφραιμ τὸ ἄνθος τὸ ἐκπεσὸν ἐκ τῆς δόξης ἐπὶ τῆς κορυφῆς τοῦ ὄρους τοῦ παχέος οἱ μεθύοντες ἄνευ οἴνου
28:2 ἰδοὺ ἰσχυρὸν καὶ σκληρὸν ὁ θυμὸς κυρίου ὡς χάλαζα καταφερομένη οὐκ ἔχουσα σκέπην βίᾳ καταφερομένη ὡς ὕδατος πολὺ πλῆθος σῦρον χώραν τῇ γῇ ποιήσει ἀνάπαυσιν ταῖς χερσίν
28:3 καὶ τοῖς ποσὶν καταπατηθήσεται ὁ στέφανος τῆς ὕβρεως οἱ μισθωτοὶ τοῦ Εφραιμ
28:4 καὶ ἔσται τὸ ἄνθος τὸ ἐκπεσὸν τῆς ἐλπίδος τῆς δόξης ἐπ᾽ ἄκρου τοῦ ὄρους τοῦ ὑψηλοῦ ὡς πρόδρομος σύκου ὁ ἰδὼν αὐτὸ πρὶν ἢ εἰς τὴν χεῖρα αὐτοῦ λαβεῖν θελήσει αὐτὸ καταπιεῖν
28:5 τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται κύριος σαβαωθ ὁ στέφανος τῆς ἐλπίδος ὁ πλακεὶς τῆς δόξης τῷ καταλειφθέντι μου λαῷ
28:6 καταλειφθήσονται ἐπὶ πνεύματι κρίσεως ἐπὶ κρίσιν καὶ ἰσχὺν κωλύων ἀνελεῖν
28:7 οὗτοι γὰρ οἴνῳ πεπλανημένοι εἰσίν ἐπλανήθησαν διὰ τὸ σικερα ἱερεὺς καὶ προφήτης ἐξέστησαν διὰ τὸν οἶνον ἐσείσθησαν ἀπὸ τῆς μέθης τοῦ σικερα ἐπλανήθησαν τοῦτ᾽ ἔστι φάσμα
28:8 ἀρὰ ἔδεται ταύτην τὴν βουλήν αὕτη γὰρ ἡ βουλὴ ἕνεκεν πλεονεξίας
28:9 τίνι ἀνηγγείλαμεν κακὰ καὶ τίνι ἀνηγγείλαμεν ἀγγελίαν οἱ ἀπογεγαλακτισμένοι ἀπὸ γάλακτος οἱ ἀπεσπασμένοι ἀπὸ μαστοῦ
28:10 θλῖψιν ἐπὶ θλῖψιν προσδέχου ἐλπίδα ἐπ᾽ ἐλπίδι ἔτι μικρὸν ἔτι μικρὸν
28:11 διὰ φαυλισμὸν χειλέων διὰ γλώσσης ἑτέρας ὅτι λαλήσουσιν τῷ λαῷ τούτῳ
28:12 λέγοντες αὐτῷ τοῦτο τὸ ἀνάπαυμα τῷ πεινῶντι καὶ τοῦτο τὸ σύντριμμα καὶ οὐκ ἠθέλησαν ἀκούειν
28:13 καὶ ἔσται αὐτοῖς τὸ λόγιον κυρίου τοῦ θεοῦ θλῖψις ἐπὶ θλῖψιν ἐλπὶς ἐπ᾽ ἐλπίδι ἔτι μικρὸν ἔτι μικρόν ἵνα πορευθῶσιν καὶ πέσωσιν εἰς τὰ ὀπίσω καὶ κινδυνεύσουσιν καὶ συντριβήσονται καὶ ἁλώσονται
28:14 διὰ τοῦτο ἀκούσατε λόγον κυρίου ἄνδρες τεθλιμμένοι καὶ ἄρχοντες τοῦ λαοῦ τούτου τοῦ ἐν Ιερουσαλημ
28:15 ὅτι εἴπατε ἐποιήσαμεν διαθήκην μετὰ τοῦ ᾅδου καὶ μετὰ τοῦ θανάτου συνθήκας καταιγὶς φερομένη ἐὰν παρέλθῃ οὐ μὴ ἔλθῃ ἐφ᾽ ἡμᾶς ἐθήκαμεν ψεῦδος τὴν ἐλπίδα ἡμῶν καὶ τῷ ψεύδει σκεπασθησόμεθα
28:16 διὰ τοῦτο οὕτως λέγει κύριος ἰδοὺ ἐγὼ ἐμβαλῶ εἰς τὰ θεμέλια Σιων λίθον πολυτελῆ ἐκλεκτὸν ἀκρογωνιαῖον ἔντιμον εἰς τὰ θεμέλια αὐτῆς καὶ ὁ πιστεύων ἐπ᾽ αὐτῷ οὐ μὴ καταισχυνθῇ
28:17 καὶ θήσω κρίσιν εἰς ἐλπίδα ἡ δὲ ἐλεημοσύνη μου εἰς σταθμούς καὶ οἱ πεποιθότες μάτην ψεύδει ὅτι οὐ μὴ παρέλθῃ ὑμᾶς καταιγίς
28:18 μὴ καὶ ἀφέλῃ ὑμῶν τὴν διαθήκην τοῦ θανάτου καὶ ἡ ἐλπὶς ὑμῶν ἡ πρὸς τὸν ᾅδην οὐ μὴ ἐμμείνῃ καταιγὶς φερομένη ἐὰν ἐπέλθῃ ἔσεσθε αὐτῇ εἰς καταπάτημα
28:19 ὅταν παρέλθῃ λήμψεται ὑμᾶς πρωὶ πρωὶ παρελεύσεται ἡμέρας καὶ ἐν νυκτὶ ἔσται ἐλπὶς πονηρά μάθετε ἀκούειν
28:20 στενοχωρούμενοι οὐ δυνάμεθα μάχεσθαι αὐτοὶ δὲ ἀσθενοῦμεν τοῦ ἡμᾶς συναχθῆναι
28:21 ὥσπερ ὄρος ἀσεβῶν ἀναστήσεται καὶ ἔσται ἐν τῇ φάραγγι Γαβαων μετὰ θυμοῦ ποιήσει τὰ ἔργα αὐτοῦ πικρίας ἔργον ὁ δὲ θυμὸς αὐτοῦ ἀλλοτρίως χρήσεται καὶ ἡ πικρία αὐτοῦ ἀλλοτρία
28:22 καὶ ὑμεῖς μὴ εὐφρανθείητε μηδὲ ἰσχυσάτωσαν ὑμῶν οἱ δεσμοί διότι συντετελεσμένα καὶ συντετμημένα πράγματα ἤκουσα παρὰ κυρίου σαβαωθ ἃ ποιήσει ἐπὶ πᾶσαν τὴν γῆν
28:23 ἐνωτίζεσθε καὶ ἀκούετε τῆς φωνῆς μου προσέχετε καὶ ἀκούετε τοὺς λόγους μου
28:24 μὴ ὅλην τὴν ἡμέραν μέλλει ὁ ἀροτριῶν ἀροτριᾶν ἢ σπόρον προετοιμάσει πρὶν ἐργάσασθαι τὴν γῆν
28:25 οὐχ ὅταν ὁμαλίσῃ αὐτῆς τὸ πρόσωπον τότε σπείρει μικρὸν μελάνθιον καὶ κύμινον καὶ πάλιν σπείρει πυρὸν καὶ κριθὴν καὶ ζέαν ἐν τοῖς ὁρίοις σου
28:26 καὶ παιδευθήσῃ κρίματι θεοῦ σου καὶ εὐφρανθήσῃ
28:27 οὐ γὰρ μετὰ σκληρότητος καθαίρεται τὸ μελάνθιον οὐδὲ τροχὸς ἁμάξης περιάξει ἐπὶ τὸ κύμινον ἀλλὰ ῥάβδῳ ἐκτινάσσεται τὸ μελάνθιον τὸ δὲ κύμινον
28:28 μετὰ ἄρτου βρωθήσεται οὐ γὰρ εἰς τὸν αἰῶνα ἐγὼ ὑμῖν ὀργισθήσομαι οὐδὲ φωνὴ τῆς πικρίας μου καταπατήσει ὑμᾶς

28:29 καὶ ταῦτα παρὰ κυρίου σαβαωθ ἐξῆλθεν τὰ τέρατα βουλεύσασθε ὑψώσατε ματαίαν παράκλησιν