14:1 [ὕμνος τῷ Σαλωμων] πιστὸς κύριος τοῖς ἀγαπῶσίν αὐτὸν ἐν ἀληθείᾳ τοῖς ὑπομένουσιν παιδείαν αὐτοῦ
14:2 τοῖς πορευομένοις ἐν δικαιοσύνῃ προσταγμάτων αὐτοῦ ἐν νόμῳ ᾧ ἐνετείλατο ἡμῖν εἰς ζωὴν ἡμῶν
14:3 ὅσιοι κυρίου ζήσονται ἐν αὐτῷ εἰς τὸν αἰῶνα ὁ παράδεισος τοῦ κυρίου τὰ ξύλα τῆς ζωῆς ὅσιοι αὐτοῦ
14:4 ἡ φυτεία αὐτῶν ἐρριζωμένη εἰς τὸν αἰῶνα οὐκ ἐκτιλήσονται πάσας τὰς ἡμέρας τοῦ οὐρανοῦ
14:5 ὅτι ἡ μερὶς καὶ κληρονομία τοῦ θεοῦ ἐστιν Ισραηλ
14:6 καὶ οὐχ οὕτως οἱ ἁμαρτωλοὶ καὶ παράνομοι οἳ ἠγάπησαν ἡμέραν ἐν μετοχῇ ἁμαρτίας αὐτῶν
14:7 ἐν μικρότητι σαπρίας ἡ ἐπιθυμία αὐτῶν καὶ οὐκ ἐμνήσθησαν τοῦ θεοῦ
14:8 ὅτι ὁδοὶ ἀνθρώπων γνωσταὶ ἐνώπιον αὐτοῦ διὰ παντός καὶ ταμίεια καρδίας ἐπίσταται πρὸ τοῦ γενέσθαι
14:9 διὰ τοῦτο ἡ κληρονομία αὐτῶν ᾅδης καὶ σκότος καὶ ἀπώλεια καὶ οὐχ εὑρεθήσονται ἐν ἡμέρᾳ ἐλέους δικαίων
14:10 οἱ δὲ ὅσιοι κυρίου κληρονομήσουσιν ζωὴν ἐν εὐφροσύνῃ