13:1 [τῷ Σαλωμων ψαλμός παράκλησις τῶν δικαίων] δεξιὰ κυρίου ἐσκέπασέν με δεξιὰ κυρίου ἐφείσατο ἡμῶν
13:2 ὁ βραχίων κυρίου ἔσωσεν ἡμᾶς ἀπὸ ῥομφαίας διαπορευομένης ἀπὸ λιμοῦ καὶ θανάτου ἁμαρτωλῶν
13:3 θηρία ἐπεδράμοσαν αὐτοῖς πονηρά ἐν τοῖς ὀδοῦσιν αὐτῶν ἐτίλλοσαν σάρκας αὐτῶν καὶ ἐν ταῖς μύλαις ἔθλων ὀστᾶ αὐτῶν
13:4 καὶ ἐκ τούτων ἁπάντων ἐρρύσατο ἡμᾶς κύριος
13:5 ἐταράχθη ὁ εὐσεβὴς διὰ τὰ παραπτώματα αὐτοῦ μήποτε συμπαραληφθῇ μετὰ τῶν ἁμαρτωλῶν
13:6 ὅτι δεινὴ ἡ καταστροφὴ τοῦ ἁμαρτωλοῦ καὶ οὐχ ἅψεται δικαίου οὐδὲν ἐκ πάντων τούτων
13:7 ὅτι οὐχ ὁμοία ἡ παιδεία τῶν δικαίων ἐν ἀγνοίᾳ καὶ ἡ καταστροφὴ τῶν ἁμαρτωλῶν
13:8 ἐν περιστολῇ παιδεύεται δίκαιος ἵνα μὴ ἐπιχαρῇ ὁ ἁμαρτωλὸς τῷ δικαίῳ
13:9 ὅτι νουθετήσει δίκαιον ὡς υἱὸν ἀγαπήσεως καὶ ἡ παιδεία αὐτοῦ ὡς πρωτοτόκου
13:10 ὅτι φείσεται κύριος τῶν ὁσίων αὐτοῦ καὶ τὰ παραπτώματα αὐτῶν ἐξαλείψει ἐν παιδείᾳ
13:11 ἡ γὰρ ζωὴ τῶν δικαίων εἰς τὸν αἰῶνα ἁμαρτωλοὶ δὲ ἀρθήσονται εἰς ἀπώλειαν καὶ οὐχ εὑρεθήσεται μνημόσυνον αὐτῶν ἔτι
13:12 ἐπὶ δὲ τοὺς ὁσίους τὸ ἔλεος κυρίου καὶ ἐπὶ τοὺς φοβουμένους αὐτὸν τὸ ἔλεος αὐτοῦ