2:1 [ψαλμὸς τῷ Σαλωμων περὶ Ιερουσαλημ] ἐν τῷ ὑπερηφανεύεσθαι τὸν ἁμαρτωλὸν ἐν κριῷ κατέβαλε τείχη ὀχυρά καὶ οὐκ ἐκώλυσας
2:2 ἀνέβησαν ἐπὶ τὸ θυσιαστήριόν σου ἔθνη ἀλλότρια κατεπατοῦσαν ἐν ὑποδήμασιν αὐτῶν ἐν ὑπερηφανίᾳ
2:3 ἀνθ᾽ ὧν οἱ υἱοὶ Ιερουσαλημ ἐμίαναν τὰ ἅγια κυρίου ἐβεβηλοῦσαν τὰ δῶρα τοῦ θεοῦ ἐν ἀνομίαις
2:4 ἕνεκεν τούτων εἶπεν ἀπορρίψατε αὐτὰ μακρὰν ἀπ᾽ ἐμοῦ οὐκ εὐδοκῶ ἐν αὐτοῖς
2:5 τὸ κάλλος τῆς δόξης αὐτῆς ἐξουθενώθη ἐνώπιον τοῦ θεοῦ ἠτιμώθη ἕως εἰς τέλος
2:6 οἱ υἱοὶ καὶ αἱ θυγατέρες ἐν αἰχμαλωσίᾳ πονηρᾷ ἐν σφραγῖδι ὁ τράχηλος αὐτῶν ἐν ἐπισήμῳ ἐν τοῖς ἔθνεσιν
2:7 κατὰ τὰς ἁμαρτίας αὐτῶν ἐποίησεν αὐτοῖς ὅτι ἐγκατέλιπεν αὐτοὺς εἰς χεῖρας κατισχυόντων
2:8 ἀπέστρεψεν γὰρ τὸ πρόσωπον αὐτοῦ ἀπὸ ἐλέους αὐτῶν νέον καὶ πρεσβύτην καὶ τέκνα αὐτῶν εἰς ἅπαξ ὅτι πονηρὰ ἐποίησαν εἰς ἅπαξ τοῦ μὴ ἀκούειν
2:9 καὶ ὁ οὐρανὸς ἐβαρυθύμησεν καὶ ἡ γῆ ἐβδελύξατο αὐτούς ὅτι οὐκ ἐποίησε πᾶς ἄνθρωπος ἐπ᾽ αὐτῆς ὅσα ἐποίησαν
2:10 καὶ γνώσεται ἡ γῆ τὰ κρίματά σου πάντα τὰ δίκαια ὁ θεός
2:11 ἔστησαν τοὺς υἱοὺς Ιερουσαλημ εἰς ἐμπαιγμὸν ἀντὶ πορνῶν ἐν αὐτῇ πᾶς ὁ παραπορευόμενος εἰσεπορεύετο κατέναντι τοῦ ἡλίου
2:12 ἐνέπαιζον ταῖς ἀνομίαις αὐτῶν καθὰ ἐποίουν αὐτοί ἀπέναντι τοῦ ἡλίου παρεδειγμάτισαν ἀδικίας αὐτῶν
2:13 καὶ θυγατέρες Ιερουσαλημ βέβηλοι κατὰ τὸ κρίμα σου ἀνθ᾽ ὧν αὐταὶ ἐμιαίωσαν αὑτὰς ἐν φυρμῷ ἀναμείξεως
2:14 τὴν κοιλίαν μου καὶ τὰ σπλάγχνα μου πονῶ ἐπὶ τούτοις
2:15 ἐγὼ δικαιώσω σε ὁ θεός ἐν εὐθύτητι καρδίας ὅτι ἐν τοῖς κρίμασίν σου ἡ δικαιοσύνη σου ὁ θεός
2:16 ὅτι ἀπέδωκας τοῖς ἁμαρτωλοῖς κατὰ τὰ ἔργα αὐτῶν καὶ κατὰ τὰς ἁμαρτίας αὐτῶν τὰς πονηρὰς σφόδρα
2:17 ἀνεκάλυψας τὰς ἁμαρτίας αὐτῶν ἵνα φανῇ τὸ κρίμα σου ἐξήλειψας τὸ μνημόσυνον αὐτῶν ἀπὸ τῆς γῆς
2:18 ὁ θεὸς κριτὴς δίκαιος καὶ οὐ θαυμάσει πρόσωπον
2:19 ὠνείδισαν γὰρ ἔθνη Ιερουσαλημ ἐν καταπατήσει κατεσπάσθη τὸ κάλλος αὐτῆς ἀπὸ θρόνου δόξης
2:20 περιεζώσατο σάκκον ἀντὶ ἐνδύματος εὐπρεπείας σχοινίον περὶ τὴν κεφαλὴν αὐτῆς ἀντὶ στεφάνου
2:21 περιείλατο μίτραν δόξης ἣν περιέθηκεν αὐτῇ ὁ θεός ἐν ἀτιμίᾳ τὸ κάλλος αὐτῆς ἀπερρίφη ἐπὶ τὴν γῆν
2:22 καὶ ἐγὼ εἶδον καὶ ἐδεήθην τοῦ προσώπου κυρίου καὶ εἶπον ἱκάνωσον κύριε τοῦ βαρύνεσθαι χεῖρά σου ἐπὶ Ιερουσαλημ ἐν ἐπαγωγῇ ἐθνῶν
2:23 ὅτι ἐνέπαιξαν καὶ οὐκ ἐφείσαντο ἐν ὀργῇ καὶ θυμῷ μετὰ μηνίσεως καὶ συντελεσθήσονται ἐὰν μὴ σύ κύριε ἐπιτιμήσῃς αὐτοῖς ἐν ὀργῇ σου
2:24 ὅτι οὐκ ἐν ζήλει ἐποίησαν ἀλλ᾽ ἐν ἐπιθυμίᾳ ψυχῆς ἐκχέαι τὴν ὀργὴν αὐτῶν εἰς ἡμᾶς ἐν ἁρπάγματι
2:25 μὴ χρονίσῃς ὁ θεός τοῦ ἀποδοῦναι αὐτοῖς εἰς κεφαλάς τοῦ εἰπεῖν τὴν ὑπερηφανίαν τοῦ δράκοντος ἐν ἀτιμίᾳ
2:26 καὶ οὐκ ἐχρόνισα ἕως ἔδειξέν μοι ὁ θεὸς τὴν ὕβριν αὐτοῦ ἐκκεκεντημένον ἐπὶ τῶν ὀρέων Αἰγύπτου ὑπὲρ ἐλάχιστον ἐξουδενωμένον ἐπὶ γῆς καὶ θαλάσσης
2:27 τὸ σῶμα αὐτοῦ διαφερόμενον ἐπὶ κυμάτων ἐν ὕβρει πολλῇ καὶ οὐκ ἦν ὁ θάπτων ὅτι ἐξουθένωσεν αὐτὸν ἐν ἀτιμίᾳ
2:28 οὐκ ἐλογίσατο ὅτι ἄνθρωπός ἐστιν καὶ τὸ ὕστερον οὐκ ἐλογίσατο
2:29 εἶπεν ἐγὼ κύριος γῆς καὶ θαλάσσης ἔσομαι καὶ οὐκ ἐπέγνω ὅτι ὁ θεὸς μέγας κραταιὸς ἐν ἰσχύι αὐτοῦ τῇ μεγάλῃ
2:30 αὐτὸς βασιλεὺς ἐπὶ τῶν οὐρανῶν καὶ κρίνων βασιλεῖς καὶ ἀρχάς
2:31 ὁ ἀνιστῶν ἐμὲ εἰς δόξαν καὶ κοιμίζων ὑπερηφάνους εἰς ἀπώλειαν αἰῶνος ἐν ἀτιμίᾳ ὅτι οὐκ ἔγνωσαν αὐτόν
2:32 καὶ νῦν ἴδετε οἱ μεγιστᾶνες τῆς γῆς τὸ κρίμα τοῦ κυρίου ὅτι μέγας βασιλεὺς καὶ δίκαιος κρίνων τὴν ὑπ᾽ οὐρανόν
2:33 εὐλογεῖτε τὸν θεόν οἱ φοβούμενοι τὸν κύριον ἐν ἐπιστήμῃ ὅτι τὸ ἔλεος κυρίου ἐπὶ τοὺς φοβουμένους αὐτὸν μετὰ κρίματος
2:34 τοῦ διαστεῖλαι ἀνὰ μέσον δικαίου καὶ ἁμαρτωλοῦ ἀποδοῦναι ἁμαρτωλοῖς εἰς τὸν αἰῶνα κατὰ τὰ ἔργα αὐτῶν
2:35 καὶ ἐλεῆσαι δίκαιον ἀπὸ ταπεινώσεως ἁμαρτωλοῦ καὶ ἀποδοῦναι ἁμαρτωλῷ ἀνθ᾽ ὧν ἐποίησεν δικαίῳ
2:36 ὅτι χρηστὸς ὁ κύριος τοῖς ἐπικαλουμένοις αὐτὸν ἐν ὑπομονῇ ποιῆσαι κατὰ τὸ ἔλεος αὐτοῦ τοῖς ὁσίοις αὐτοῦ παρεστάναι διὰ παντὸς ἐνώπιον αὐτοῦ ἐν ἰσχύι
2:37 εὐλογητὸς κύριος εἰς τὸν αἰῶνα ἐνώπιον δούλων αὐτοῦ