50:1 Σιμων Ονιου υἱὸς ἱερεὺς ὁ μέγας ὃς ἐν ζωῇ αὐτοῦ ὑπέρραψεν οἶκον καὶ ἐν ἡμέραις αὐτοῦ ἐστερέωσεν ναόν
50:2 καὶ ὑπ᾽ αὐτοῦ ἐθεμελιώθη ὕψος διπλῆς ἀνάλημμα ὑψηλὸν περιβόλου ἱεροῦ
50:3 ἐν ἡμέραις αὐτοῦ ἐλατομήθη ἀποδοχεῖον ὑδάτων λάκκος ὡσεὶ θαλάσσης τὸ περίμετρον
50:4 ὁ φροντίζων τοῦ λαοῦ αὐτοῦ ἀπὸ πτώσεως καὶ ἐνισχύσας πόλιν ἐν πολιορκήσει
50:5 ὡς ἐδοξάσθη ἐν περιστροφῇ λαοῦ ἐν ἐξόδῳ οἴκου καταπετάσματος
50:6 ὡς ἀστὴρ ἑωθινὸς ἐν μέσῳ νεφελῶν ὡς σελήνη πλήρης ἐν ἡμέραις
50:7 ὡς ἥλιος ἐκλάμπων ἐπὶ ναὸν ὑψίστου καὶ ὡς τόξον φωτίζον ἐν νεφέλαις δόξης
50:8 ὡς ἄνθος ῥόδων ἐν ἡμέραις νέων ὡς κρίνα ἐπ᾽ ἐξόδῳ ὕδατος ὡς βλαστὸς Λιβάνου ἐν ἡμέραις θέρους
50:9 ὡς πῦρ καὶ λίβανος ἐπὶ πυρείου ὡς σκεῦος χρυσίου ὁλοσφύρητον κεκοσμημένον παντὶ λίθῳ πολυτελεῖ
50:10 ὡς ἐλαία ἀναθάλλουσα καρποὺς καὶ ὡς κυπάρισσος ὑψουμένη ἐν νεφέλαις
50:11 ἐν τῷ ἀναλαμβάνειν αὐτὸν στολὴν δόξης καὶ ἐνδιδύσκεσθαι αὐτὸν συντέλειαν καυχήματος ἐν ἀναβάσει θυσιαστηρίου ἁγίου ἐδόξασεν περιβολὴν ἁγιάσματος
50:12 ἐν δὲ τῷ δέχεσθαι μέλη ἐκ χειρῶν ἱερέων καὶ αὐτὸς ἑστὼς παρ᾽ ἐσχάρᾳ βωμοῦ κυκλόθεν αὐτοῦ στέφανος ἀδελφῶν ὡς βλάστημα κέδρων ἐν τῷ Λιβάνῳ καὶ ἐκύκλωσαν αὐτὸν ὡς στελέχη φοινίκων
50:13 καὶ πάντες οἱ υἱοὶ Ααρων ἐν δόξῃ αὐτῶν καὶ προσφορὰ κυρίου ἐν χερσὶν αὐτῶν ἔναντι πάσης ἐκκλησίας Ισραηλ
50:14 καὶ συντέλειαν λειτουργῶν ἐπὶ βωμῶν κοσμῆσαι προσφορὰν ὑψίστου παντοκράτορος
50:15 ἐξέτεινεν ἐπὶ σπονδείου χεῖρα αὐτοῦ καὶ ἔσπεισεν ἐξ αἵματος σταφυλῆς ἐξέχεεν εἰς θεμέλια θυσιαστηρίου ὀσμὴν εὐωδίας ὑψίστῳ παμβασιλεῖ
50:16 τότε ἀνέκραγον οἱ υἱοὶ Ααρων ἐν σάλπιγξιν ἐλαταῖς ἤχησαν ἀκουστὴν ἐποίησαν φωνὴν μεγάλην εἰς μνημόσυνον ἔναντι ὑψίστου
50:17 τότε πᾶς ὁ λαὸς κοινῇ κατέσπευσαν καὶ ἔπεσαν ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν προσκυνῆσαι τῷ κυρίῳ αὐτῶν παντοκράτορι θεῷ ὑψίστῳ
50:18 καὶ ᾔνεσαν οἱ ψαλτῳδοὶ ἐν φωναῖς αὐτῶν ἐν πλείστῳ ἤχῳ ἐγλυκάνθη μέλος
50:19 καὶ ἐδεήθη ὁ λαὸς κυρίου ὑψίστου ἐν προσευχῇ κατέναντι ἐλεήμονος ἕως συντελεσθῇ κόσμος κυρίου καὶ τὴν λειτουργίαν αὐτοῦ ἐτελείωσαν
50:20 τότε καταβὰς ἐπῆρεν χεῖρας αὐτοῦ ἐπὶ πᾶσαν ἐκκλησίαν υἱῶν Ισραηλ δοῦναι εὐλογίαν κυρίου ἐκ χειλέων αὐτοῦ καὶ ἐν ὀνόματι αὐτοῦ καυχήσασθαι
50:21 καὶ ἐδευτέρωσαν ἐν προσκυνήσει ἐπιδέξασθαι τὴν εὐλογίαν παρὰ ὑψίστου
50:22 καὶ νῦν εὐλογήσατε τὸν θεὸν πάντων τὸν μεγάλα ποιοῦντα πάντῃ τὸν ὑψοῦντα ἡμέρας ἡμῶν ἐκ μήτρας καὶ ποιοῦντα μεθ᾽ ἡμῶν κατὰ τὸ ἔλεος αὐτοῦ
50:23 δῴη ἡμῖν εὐφροσύνην καρδίας καὶ γενέσθαι εἰρήνην ἐν ἡμέραις ἡμῶν ἐν Ισραηλ κατὰ τὰς ἡμέρας τοῦ αἰῶνος
50:24 ἐμπιστεύσαι μεθ᾽ ἡμῶν τὸ ἔλεος αὐτοῦ καὶ ἐν ταῖς ἡμέραις ἡμῶν λυτρωσάσθω ἡμᾶς
50:25 ἐν δυσὶν ἔθνεσιν προσώχθισεν ἡ ψυχή μου καὶ τὸ τρίτον οὐκ ἔστιν ἔθνος
50:26 οἱ καθήμενοι ἐν ὄρει Σαμαρείας καὶ Φυλιστιιμ καὶ ὁ λαὸς ὁ μωρὸς ὁ κατοικῶν ἐν Σικιμοις
50:27 παιδείαν συνέσεως καὶ ἐπιστήμης ἐχάραξεν ἐν τῷ βιβλίῳ τούτῳ Ἰησοῦς υἱὸς Σιραχ Ελεαζαρ ὁ Ιεροσολυμίτης ὃς ἀνώμβρησεν σοφίαν ἀπὸ καρδίας αὐτοῦ
50:28 μακάριος ὃς ἐν τούτοις ἀναστραφήσεται καὶ θεὶς αὐτὰ ἐπὶ καρδίαν αὐτοῦ σοφισθήσεται
50:29 ἐὰν γὰρ αὐτὰ ποιήσῃ πρὸς πάντα ἰσχύσει ὅτι φῶς κυρίου τὸ ἴχνος αὐτοῦ