28:1 ὁ ἐκδικῶν παρὰ κυρίου εὑρήσει ἐκδίκησιν καὶ τὰς ἁμαρτίας αὐτοῦ διατηρῶν διατηρήσει
28:2 ἄφες ἀδίκημα τῷ πλησίον σου καὶ τότε δεηθέντος σου αἱ ἁμαρτίαι σου λυθήσονται
28:3 ἄνθρωπος ἀνθρώπῳ συντηρεῖ ὀργήν καὶ παρὰ κυρίου ζητεῖ ἴασιν
28:4 ἐπ᾽ ἄνθρωπον ὅμοιον αὐτῷ οὐκ ἔχει ἔλεος καὶ περὶ τῶν ἁμαρτιῶν αὐτοῦ δεῖται
28:5 αὐτὸς σὰρξ ὢν διατηρεῖ μῆνιν τίς ἐξιλάσεται τὰς ἁμαρτίας αὐτοῦ
28:6 μνήσθητι τὰ ἔσχατα καὶ παῦσαι ἐχθραίνων καταφθορὰν καὶ θάνατον καὶ ἔμμενε ἐντολαῖς
28:7 μνήσθητι ἐντολῶν καὶ μὴ μηνίσῃς τῷ πλησίον καὶ διαθήκην ὑψίστου καὶ πάριδε ἄγνοιαν
28:8 ἀπόσχου ἀπὸ μάχης καὶ ἐλαττώσεις ἁμαρτίας ἄνθρωπος γὰρ θυμώδης ἐκκαύσει μάχην
28:9 καὶ ἀνὴρ ἁμαρτωλὸς ταράξει φίλους καὶ ἀνὰ μέσον εἰρηνευόντων ἐμβαλεῖ διαβολήν
28:10 κατὰ τὴν ὕλην τοῦ πυρὸς οὕτως ἐκκαυθήσεται καὶ κατὰ τὴν στερέωσιν τῆς μάχης ἐκκαυθήσεται κατὰ τὴν ἰσχὺν τοῦ ἀνθρώπου ὁ θυμὸς αὐτοῦ ἔσται καὶ κατὰ τὸν πλοῦτον ἀνυψώσει ὀργὴν αὐτοῦ
28:11 ἔρις κατασπευδομένη ἐκκαίει πῦρ καὶ μάχη κατασπεύδουσα ἐκχέει αἷμα
28:12 ἐὰν φυσήσῃς εἰς σπινθῆρα ἐκκαήσεται καὶ ἐὰν πτύσῃς ἐπ᾽ αὐτόν σβεσθήσεται καὶ ἀμφότερα ἐκ τοῦ στόματός σου ἐκπορεύεται
28:13 ψίθυρον καὶ δίγλωσσον καταράσασθε πολλοὺς γὰρ εἰρηνεύοντας ἀπώλεσεν
28:14 γλῶσσα τρίτη πολλοὺς ἐσάλευσεν καὶ διέστησεν αὐτοὺς ἀπὸ ἔθνους εἰς ἔθνος καὶ πόλεις ὀχυρὰς καθεῖλεν καὶ οἰκίας μεγιστάνων κατέστρεψεν
28:15 γλῶσσα τρίτη γυναῖκας ἀνδρείας ἐξέβαλεν καὶ ἐστέρεσεν αὐτὰς τῶν πόνων αὐτῶν
28:16 ὁ προσέχων αὐτῇ οὐ μὴ εὕρῃ ἀνάπαυσιν οὐδὲ κατασκηνώσει μεθ᾽ ἡσυχίας
28:17 πληγὴ μάστιγος ποιεῖ μώλωπα πληγὴ δὲ γλώσσης συγκλάσει ὀστᾶ
28:18 πολλοὶ ἔπεσαν ἐν στόματι μαχαίρας καὶ οὐχ ὡς οἱ πεπτωκότες διὰ γλῶσσαν
28:19 μακάριος ὁ σκεπασθεὶς ἀπ᾽ αὐτῆς ὃς οὐ διῆλθεν ἐν τῷ θυμῷ αὐτῆς ὃς οὐχ εἵλκυσεν τὸν ζυγὸν αὐτῆς καὶ ἐν τοῖς δεσμοῖς αὐτῆς οὐκ ἐδέθη
28:20 ὁ γὰρ ζυγὸς αὐτῆς ζυγὸς σιδηροῦς καὶ οἱ δεσμοὶ αὐτῆς δεσμοὶ χάλκειοι
28:21 θάνατος πονηρὸς ὁ θάνατος αὐτῆς καὶ λυσιτελὴς μᾶλλον ὁ ᾅδης αὐτῆς
28:22 οὐ μὴ κρατήσῃ εὐσεβῶν καὶ ἐν τῇ φλογὶ αὐτῆς οὐ καήσονται
28:23 οἱ καταλείποντες κύριον ἐμπεσοῦνται εἰς αὐτήν καὶ ἐν αὐτοῖς ἐκκαήσεται καὶ οὐ μὴ σβεσθῇ ἐπαποσταλήσεται αὐτοῖς ὡς λέων καὶ ὡς πάρδαλις λυμανεῖται αὐτούς
28:24 ἰδὲ περίφραξον τὸ κτῆμά σου ἀκάνθαις τὸ ἀργύριόν σου καὶ τὸ χρυσίον κατάδησον
28:25 καὶ τοῖς λόγοις σου ποίησον ζυγὸν καὶ σταθμὸν καὶ τῷ στόματί σου ποίησον θύραν καὶ μοχλόν
28:26 πρόσεχε μήπως ὀλίσθῃς ἐν αὐτῇ μὴ πέσῃς κατέναντι ἐνεδρεύοντος