27:1 χάριν διαφόρου πολλοὶ ἥμαρτον καὶ ὁ ζητῶν πληθῦναι ἀποστρέψει ὀφθαλμόν
27:2 ἀνὰ μέσον ἁρμῶν λίθων παγήσεται πάσσαλος καὶ ἀνὰ μέσον πράσεως καὶ ἀγορασμοῦ συντριβήσεται ἁμαρτία
27:3 ἐὰν μὴ ἐν φόβῳ κυρίου κρατήσῃ κατὰ σπουδήν ἐν τάχει καταστραφήσεται αὐτοῦ ὁ οἶκος
27:4 ἐν σείσματι κοσκίνου διαμένει κοπρία οὕτως σκύβαλα ἀνθρώπου ἐν λογισμῷ αὐτοῦ
27:5 σκεύη κεραμέως δοκιμάζει κάμινος καὶ πειρασμὸς ἀνθρώπου ἐν διαλογισμῷ αὐτοῦ
27:6 γεώργιον ξύλου ἐκφαίνει ὁ καρπὸς αὐτοῦ οὕτως λόγος ἐνθυμήματος καρδίας ἀνθρώπου
27:7 πρὸ λογισμοῦ μὴ ἐπαινέσῃς ἄνδρα οὗτος γὰρ πειρασμὸς ἀνθρώπων
27:8 ἐὰν διώκῃς τὸ δίκαιον καταλήμψῃ καὶ ἐνδύσῃ αὐτὸ ὡς ποδήρη δόξης
27:9 πετεινὰ πρὸς τὰ ὅμοια αὐτοῖς καταλύσει καὶ ἀλήθεια πρὸς τοὺς ἐργαζομένους αὐτὴν ἐπανήξει
27:10 λέων θήραν ἐνεδρεύει οὕτως ἁμαρτία ἐργαζομένους ἄδικα
27:11 διήγησις εὐσεβοῦς διὰ παντὸς σοφία ὁ δὲ ἄφρων ὡς σελήνη ἀλλοιοῦται
27:12 εἰς μέσον ἀσυνέτων συντήρησον καιρόν εἰς μέσον δὲ διανοουμένων ἐνδελέχιζε
27:13 διήγησις μωρῶν προσόχθισμα καὶ ὁ γέλως αὐτῶν ἐν σπατάλῃ ἁμαρτίας
27:14 λαλιὰ πολυόρκου ἀνορθώσει τρίχας καὶ ἡ μάχη αὐτῶν ἐμφραγμὸς ὠτίων
27:15 ἔκχυσις αἵματος μάχη ὑπερηφάνων καὶ ἡ διαλοιδόρησις αὐτῶν ἀκοὴ μοχθηρά
27:16 ὁ ἀποκαλύπτων μυστήρια ἀπώλεσεν πίστιν καὶ οὐ μὴ εὕρῃ φίλον πρὸς τὴν ψυχὴν αὐτοῦ
27:17 στέρξον φίλον καὶ πιστώθητι μετ᾽ αὐτοῦ ἐὰν δὲ ἀποκαλύψῃς τὰ μυστήρια αὐτοῦ μὴ καταδιώξῃς ὀπίσω αὐτοῦ
27:18 καθὼς γὰρ ἀπώλεσεν ἄνθρωπος τὸν νεκρὸν αὐτοῦ οὕτως ἀπώλεσας τὴν φιλίαν τοῦ πλησίον
27:19 καὶ ὡς πετεινὸν ἐκ χειρός σου ἀπέλυσας οὕτως ἀφῆκας τὸν πλησίον καὶ οὐ θηρεύσεις αὐτόν
27:20 μὴ αὐτὸν διώξῃς ὅτι μακρὰν ἀπέστη καὶ ἐξέφυγεν ὡς δορκὰς ἐκ παγίδος
27:21 ὅτι τραῦμα ἔστιν καταδῆσαι καὶ λοιδορίας ἔστιν διαλλαγή ὁ δὲ ἀποκαλύψας μυστήρια ἀφήλπισεν
27:22 διανεύων ὀφθαλμῷ τεκταίνει κακά καὶ οὐδεὶς αὐτὰ ἀποστήσει ἀπ᾽ αὐτοῦ
27:23 ἀπέναντι τῶν ὀφθαλμῶν σου γλυκανεῖ τὸ στόμα αὐτοῦ καὶ ἐπὶ τῶν λόγων σου ἐκθαυμάσει ὕστερον δὲ διαστρέψει τὸ στόμα αὐτοῦ καὶ ἐν τοῖς λόγοις σου δώσει σκάνδαλον
27:24 πολλὰ ἐμίσησα καὶ οὐχ ὡμοίωσα αὐτῷ καὶ ὁ κύριος μισήσει αὐτόν
27:25 ὁ βάλλων λίθον εἰς ὕψος ἐπὶ κεφαλὴν αὐτοῦ βάλλει καὶ πληγὴ δολία διελεῖ τραύματα
27:26 ὁ ὀρύσσων βόθρον εἰς αὐτὸν ἐμπεσεῖται καὶ ὁ ἱστῶν παγίδα ἐν αὐτῇ ἁλώσεται
27:27 ὁ ποιῶν πονηρά εἰς αὐτὸν κυλισθήσεται καὶ οὐ μὴ ἐπιγνῷ πόθεν ἥκει αὐτῷ
27:28 ἐμπαιγμὸς καὶ ὀνειδισμὸς ὑπερηφάνῳ καὶ ἡ ἐκδίκησις ὡς λέων ἐνεδρεύσει αὐτόν
27:29 παγίδι ἁλώσονται οἱ εὐφραινόμενοι πτώσει εὐσεβῶν καὶ ὀδύνη καταναλώσει αὐτοὺς πρὸ τοῦ θανάτου αὐτῶν
27:30 μῆνις καὶ ὀργή καὶ ταῦτά ἐστιν βδελύγματα καὶ ἀνὴρ ἁμαρτωλὸς ἐγκρατὴς ἔσται αὐτῶν