25:1 ἐν τρισὶν ὡραΐσθην καὶ ἀνέστην ὡραία ἔναντι κυρίου καὶ ἀνθρώπων ὁμόνοια ἀδελφῶν καὶ φιλία τῶν πλησίον καὶ γυνὴ καὶ ἀνὴρ ἑαυτοῖς συμπεριφερόμενοι
25:2 τρία δὲ εἴδη ἐμίσησεν ἡ ψυχή μου καὶ προσώχθισα σφόδρα τῇ ζωῇ αὐτῶν πτωχὸν ὑπερήφανον καὶ πλούσιον ψεύστην γέροντα μοιχὸν ἐλαττούμενον συνέσει
25:3 ἐν νεότητι οὐ συναγείοχας καὶ πῶς ἂν εὕροις ἐν τῷ γήρᾳ σου
25:4 ὡς ὡραῖον πολιαῖς κρίσις καὶ πρεσβυτέροις ἐπιγνῶναι βουλήν
25:5 ὡς ὡραία γερόντων σοφία καὶ δεδοξασμένοις διανόημα καὶ βουλή
25:6 στέφανος γερόντων πολυπειρία καὶ τὸ καύχημα αὐτῶν φόβος κυρίου
25:7 ἐννέα ὑπονοήματα ἐμακάρισα ἐν καρδίᾳ καὶ τὸ δέκατον ἐρῶ ἐπὶ γλώσσης ἄνθρωπος εὐφραινόμενος ἐπὶ τέκνοις ζῶν καὶ βλέπων ἐπὶ πτώσει ἐχθρῶν
25:8 μακάριος ὁ συνοικῶν γυναικὶ συνετῇ καὶ ὃς ἐν γλώσσῃ οὐκ ὠλίσθησεν καὶ ὃς οὐκ ἐδούλευσεν ἀναξίῳ ἑαυτοῦ
25:9 μακάριος ὃς εὗρεν φρόνησιν καὶ ὁ διηγούμενος εἰς ὦτα ἀκουόντων
25:10 ὡς μέγας ὁ εὑρὼν σοφίαν ἀλλ᾽ οὐκ ἔστιν ὑπὲρ τὸν φοβούμενον τὸν κύριον
25:11 φόβος κυρίου ὑπὲρ πᾶν ὑπερέβαλεν ὁ κρατῶν αὐτοῦ τίνι ὁμοιωθήσεται
25:12 
25:13 πᾶσαν πληγὴν καὶ μὴ πληγὴν καρδίας καὶ πᾶσαν πονηρίαν καὶ μὴ πονηρίαν γυναικός
25:14 πᾶσαν ἐπαγωγὴν καὶ μὴ ἐπαγωγὴν μισούντων καὶ πᾶσαν ἐκδίκησιν καὶ μὴ ἐκδίκησιν ἐχθρῶν
25:15 οὐκ ἔστιν κεφαλὴ ὑπὲρ κεφαλὴν ὄφεως καὶ οὐκ ἔστιν θυμὸς ὑπὲρ θυμὸν ἐχθροῦ
25:16 συνοικῆσαι λέοντι καὶ δράκοντι εὐδοκήσω ἢ συνοικῆσαι μετὰ γυναικὸς πονηρᾶς
25:17 πονηρία γυναικὸς ἀλλοιοῖ τὴν ὅρασιν αὐτῆς καὶ σκοτοῖ τὸ πρόσωπον αὐτῆς ὡς ἄρκος
25:18 ἀνὰ μέσον τῶν πλησίον αὐτοῦ ἀναπεσεῖται ὁ ἀνὴρ αὐτῆς καὶ ἀκουσίως ἀνεστέναξεν πικρά
25:19 μικρὰ πᾶσα κακία πρὸς κακίαν γυναικός κλῆρος ἁμαρτωλοῦ ἐπιπέσοι αὐτῇ
25:20 ἀνάβασις ἀμμώδης ἐν ποσὶν πρεσβυτέρου οὕτως γυνὴ γλωσσώδης ἀνδρὶ ἡσύχῳ
25:21 μὴ προσπέσῃς ἐπὶ κάλλος γυναικὸς καὶ γυναῖκα μὴ ἐπιποθήσῃς
25:22 ὀργὴ καὶ ἀναίδεια καὶ αἰσχύνη μεγάλη γυνὴ ἐὰν ἐπιχορηγῇ τῷ ἀνδρὶ αὐτῆς
25:23 καρδία ταπεινὴ καὶ πρόσωπον σκυθρωπὸν καὶ πληγὴ καρδίας γυνὴ πονηρά χεῖρες παρειμέναι καὶ γόνατα παραλελυμένα ἥτις οὐ μακαριεῖ τὸν ἄνδρα αὐτῆς
25:24 ἀπὸ γυναικὸς ἀρχὴ ἁμαρτίας καὶ δι᾽ αὐτὴν ἀποθνῄσκομεν πάντες
25:25 μὴ δῷς ὕδατι διέξοδον μηδὲ γυναικὶ πονηρᾷ παρρησίαν
25:26 εἰ μὴ πορεύεται κατὰ χεῖράς σου ἀπὸ τῶν σαρκῶν σου ἀπότεμε αὐτήν