19:1 ἐργάτης μέθυσος οὐ πλουτισθήσεται ὁ ἐξουθενῶν τὰ ὀλίγα κατὰ μικρὸν πεσεῖται
19:2 οἶνος καὶ γυναῖκες ἀποστήσουσιν συνετούς καὶ ὁ κολλώμενος πόρναις τολμηρότερος ἔσται
19:3 σήπη καὶ σκώληκες κληρονομήσουσιν αὐτόν καὶ ψυχὴ τολμηρὰ ἐξαρθήσεται
19:4 ὁ ταχὺ ἐμπιστεύων κοῦφος καρδίᾳ καὶ ὁ ἁμαρτάνων εἰς ψυχὴν αὐτοῦ πλημμελήσει
19:5 ὁ εὐφραινόμενος καρδίᾳ καταγνωσθήσεται
19:6 καὶ ὁ μισῶν λαλιὰν ἐλαττονοῦται κακίᾳ
19:7 μηδέποτε δευτερώσῃς λόγον καὶ οὐθέν σοι οὐ μὴ ἐλαττονωθῇ
19:8 ἐν φίλῳ καὶ ἐχθρῷ μὴ διηγοῦ καὶ εἰ μή ἐστίν σοι ἁμαρτία μὴ ἀποκάλυπτε
19:9 ἀκήκοεν γάρ σου καὶ ἐφυλάξατό σε καὶ ἐν καιρῷ μισήσει σε
19:10 ἀκήκοας λόγον συναποθανέτω σοι θάρσει οὐ μή σε ῥήξει
19:11 ἀπὸ προσώπου λόγου ὠδινήσει μωρὸς ὡς ἀπὸ προσώπου βρέφους ἡ τίκτουσα
19:12 βέλος πεπηγὸς ἐν μηρῷ σαρκός οὕτως λόγος ἐν κοιλίᾳ μωροῦ
19:13 ἔλεγξον φίλον μήποτε οὐκ ἐποίησεν καὶ εἴ τι ἐποίησεν μήποτε προσθῇ
19:14 ἔλεγξον τὸν πλησίον μήποτε οὐκ εἶπεν καὶ εἰ εἴρηκεν ἵνα μὴ δευτερώσῃ
19:15 ἔλεγξον φίλον πολλάκις γὰρ γίνεται διαβολή καὶ μὴ παντὶ λόγῳ πίστευε
19:16 ἔστιν ὀλισθάνων καὶ οὐκ ἀπὸ ψυχῆς καὶ τίς οὐχ ἥμαρτεν ἐν τῇ γλώσσῃ αὐτοῦ
19:17 ἔλεγξον τὸν πλησίον σου πρὶν ἢ ἀπειλῆσαι καὶ δὸς τόπον νόμῳ ὑψίστου
19:18 
19:19 
19:20 πᾶσα σοφία φόβος κυρίου καὶ ἐν πάσῃ σοφίᾳ ποίησις νόμου
19:21 
19:22 καὶ οὐκ ἔστιν σοφία πονηρίας ἐπιστήμη καὶ οὐκ ἔστιν ὅπου βουλὴ ἁμαρτωλῶν φρόνησις
19:23 ἔστιν πανουργία καὶ αὕτη βδέλυγμα καὶ ἔστιν ἄφρων ἐλαττούμενος σοφίᾳ
19:24 κρείττων ἡττώμενος ἐν συνέσει ἔμφοβος ἢ περισσεύων ἐν φρονήσει καὶ παραβαίνων νόμον
19:25 ἔστιν πανουργία ἀκριβὴς καὶ αὕτη ἄδικος καὶ ἔστιν διαστρέφων χάριν τοῦ ἐκφᾶναι κρίμα
19:26 ἔστιν πονηρευόμενος συγκεκυφὼς μελανίᾳ καὶ τὰ ἐντὸς αὐτοῦ πλήρη δόλου
19:27 συγκρύφων πρόσωπον καὶ ἐθελοκωφῶν ὅπου οὐκ ἐπεγνώσθη προφθάσει σε
19:28 καὶ ἐὰν ὑπὸ ἐλαττώματος ἰσχύος κωλυθῇ ἁμαρτεῖν ἐὰν εὕρῃ καιρόν κακοποιήσει
19:29 ἀπὸ ὁράσεως ἐπιγνωσθήσεται ἀνήρ καὶ ἀπὸ ἀπαντήσεως προσώπου ἐπιγνωσθήσεται νοήμων
19:30 στολισμὸς ἀνδρὸς καὶ γέλως ὀδόντων καὶ βήματα ἀνθρώπου ἀναγγελεῖ τὰ περὶ αὐτοῦ