18:1 ὁ ζῶν εἰς τὸν αἰῶνα ἔκτισεν τὰ πάντα κοινῇ
18:2 κύριος μόνος δικαιωθήσεται
18:3 
18:4 οὐθενὶ ἐξεποίησεν ἐξαγγεῖλαι τὰ ἔργα αὐτοῦ καὶ τίς ἐξιχνεύσει τὰ μεγαλεῖα αὐτοῦ
18:5 κράτος μεγαλωσύνης αὐτοῦ τίς ἐξαριθμήσεται καὶ τίς προσθήσει ἐκδιηγήσασθαι τὰ ἐλέη αὐτοῦ
18:6 οὐκ ἔστιν ἐλαττῶσαι οὐδὲ προσθεῖναι καὶ οὐκ ἔστιν ἐξιχνιάσαι τὰ θαυμάσια τοῦ κυρίου
18:7 ὅταν συντελέσῃ ἄνθρωπος τότε ἄρχεται καὶ ὅταν παύσηται τότε ἀπορηθήσεται
18:8 τί ἄνθρωπος καὶ τί ἡ χρῆσις αὐτοῦ τί τὸ ἀγαθὸν αὐτοῦ καὶ τί τὸ κακὸν αὐτοῦ
18:9 ἀριθμὸς ἡμερῶν ἀνθρώπου πολλὰ ἔτη ἑκατόν
18:10 ὡς σταγὼν ὕδατος ἀπὸ θαλάσσης καὶ ψῆφος ἄμμου οὕτως ὀλίγα ἔτη ἐν ἡμέρᾳ αἰῶνος
18:11 διὰ τοῦτο ἐμακροθύμησεν κύριος ἐπ᾽ αὐτοῖς καὶ ἐξέχεεν ἐπ᾽ αὐτοὺς τὸ ἔλεος αὐτοῦ
18:12 εἶδεν καὶ ἐπέγνω τὴν καταστροφὴν αὐτῶν ὅτι πονηρά διὰ τοῦτο ἐπλήθυνεν τὸν ἐξιλασμὸν αὐτοῦ
18:13 ἔλεος ἀνθρώπου ἐπὶ τὸν πλησίον αὐτοῦ ἔλεος δὲ κυρίου ἐπὶ πᾶσαν σάρκα ἐλέγχων καὶ παιδεύων καὶ διδάσκων καὶ ἐπιστρέφων ὡς ποιμὴν τὸ ποίμνιον αὐτοῦ
18:14 τοὺς ἐκδεχομένους παιδείαν ἐλεᾷ καὶ τοὺς κατασπεύδοντας ἐπὶ τὰ κρίματα αὐτοῦ
18:15 τέκνον ἐν ἀγαθοῖς μὴ δῷς μῶμον καὶ ἐν πάσῃ δόσει λύπην λόγων
18:16 οὐχὶ καύσωνα ἀναπαύσει δρόσος οὕτως κρείσσων λόγος ἢ δόσις
18:17 οὐκ ἰδοὺ λόγος ὑπὲρ δόμα ἀγαθόν καὶ ἀμφότερα παρὰ ἀνδρὶ κεχαριτωμένῳ
18:18 μωρὸς ἀχαρίστως ὀνειδιεῖ καὶ δόσις βασκάνου ἐκτήκει ὀφθαλμούς
18:19 πρὶν ἢ λαλῆσαι μάνθανε καὶ πρὸ ἀρρωστίας θεραπεύου
18:20 πρὸ κρίσεως ἐξέταζε σεαυτόν καὶ ἐν ὥρᾳ ἐπισκοπῆς εὑρήσεις ἐξιλασμόν
18:21 πρὶν ἀρρωστῆσαί σε ταπεινώθητι καὶ ἐν καιρῷ ἁμαρτημάτων δεῖξον ἐπιστροφήν
18:22 μὴ ἐμποδισθῇς τοῦ ἀποδοῦναι εὐχὴν εὐκαίρως καὶ μὴ μείνῃς ἕως θανάτου δικαιωθῆναι
18:23 πρὶν εὔξασθαι ἑτοίμασον σεαυτὸν καὶ μὴ γίνου ὡς ἄνθρωπος πειράζων τὸν κύριον
18:24 μνήσθητι θυμοῦ ἐν ἡμέραις τελευτῆς καὶ καιρὸν ἐκδικήσεως ἐν ἀποστροφῇ προσώπου
18:25 μνήσθητι καιρὸν λιμοῦ ἐν καιρῷ πλησμονῆς πτωχείαν καὶ ἔνδειαν ἐν ἡμέραις πλούτου
18:26 ἀπὸ πρωίθεν ἕως ἑσπέρας μεταβάλλει καιρός καὶ πάντα ἐστὶν ταχινὰ ἔναντι κυρίου
18:27 ἄνθρωπος σοφὸς ἐν παντὶ εὐλαβηθήσεται καὶ ἐν ἡμέραις ἁμαρτιῶν προσέξει ἀπὸ πλημμελείας
18:28 πᾶς συνετὸς ἔγνω σοφίαν καὶ τῷ εὑρόντι αὐτὴν δώσει ἐξομολόγησιν
18:29 συνετοὶ ἐν λόγοις καὶ αὐτοὶ ἐσοφίσαντο καὶ ἀνώμβρησαν παροιμίας ἀκριβεῖς
18:30 ὀπίσω τῶν ἐπιθυμιῶν σου μὴ πορεύου καὶ ἀπὸ τῶν ὀρέξεών σου κωλύου
18:31 ἐὰν χορηγήσῃς τῇ ψυχῇ σου εὐδοκίαν ἐπιθυμίας ποιήσει σε ἐπίχαρμα τῶν ἐχθρῶν σου
18:32 μὴ εὐφραίνου ἐπὶ πολλῇ τρυφῇ μὴ προσδεθῇς συμβολῇ αὐτῆς
18:33 μὴ γίνου πτωχὸς συμβολοκοπῶν ἐκ δανεισμοῦ καὶ οὐδέν σοί ἐστιν ἐν μαρσιππίῳ