15:1 ὁ φοβούμενος κύριον ποιήσει αὐτό καὶ ὁ ἐγκρατὴς τοῦ νόμου καταλήμψεται αὐτήν
15:2 καὶ ὑπαντήσεται αὐτῷ ὡς μήτηρ καὶ ὡς γυνὴ παρθενίας προσδέξεται αὐτόν
15:3 ψωμιεῖ αὐτὸν ἄρτον συνέσεως καὶ ὕδωρ σοφίας ποτίσει αὐτόν
15:4 στηριχθήσεται ἐπ᾽ αὐτὴν καὶ οὐ μὴ κλιθῇ καὶ ἐπ᾽ αὐτῆς ἐφέξει καὶ οὐ μὴ καταισχυνθῇ
15:5 καὶ ὑψώσει αὐτὸν παρὰ τοὺς πλησίον αὐτοῦ καὶ ἐν μέσῳ ἐκκλησίας ἀνοίξει τὸ στόμα αὐτοῦ
15:6 εὐφροσύνην καὶ στέφανον ἀγαλλιάματος εὑρήσει καὶ ὄνομα αἰῶνος κατακληρονομήσει
15:7 οὐ μὴ καταλήμψονται αὐτὴν ἄνθρωποι ἀσύνετοι καὶ ἄνδρες ἁμαρτωλοὶ οὐ μὴ ἴδωσιν αὐτήν
15:8 μακράν ἐστιν ὑπερηφανίας καὶ ἄνδρες ψεῦσται οὐ μὴ μνησθήσονται αὐτῆς
15:9 οὐχ ὡραῖος αἶνος ἐν στόματι ἁμαρτωλοῦ ὅτι οὐ παρὰ κυρίου ἀπεστάλη
15:10 ἐν γὰρ σοφίᾳ ῥηθήσεται αἶνος καὶ ὁ κύριος εὐοδώσει αὐτόν
15:11 μὴ εἴπῃς ὅτι διὰ κύριον ἀπέστην ἃ γὰρ ἐμίσησεν οὐ ποιήσει
15:12 μὴ εἴπῃς ὅτι αὐτός με ἐπλάνησεν οὐ γὰρ χρείαν ἔχει ἀνδρὸς ἁμαρτωλοῦ
15:13 πᾶν βδέλυγμα ἐμίσησεν ὁ κύριος καὶ οὐκ ἔστιν ἀγαπητὸν τοῖς φοβουμένοις αὐτόν
15:14 αὐτὸς ἐξ ἀρχῆς ἐποίησεν ἄνθρωπον καὶ ἀφῆκεν αὐτὸν ἐν χειρὶ διαβουλίου αὐτοῦ
15:15 ἐὰν θέλῃς συντηρήσεις ἐντολὰς καὶ πίστιν ποιῆσαι εὐδοκίας
15:16 παρέθηκέν σοι πῦρ καὶ ὕδωρ οὗ ἐὰν θέλῃς ἐκτενεῖς τὴν χεῖρά σου
15:17 ἔναντι ἀνθρώπων ἡ ζωὴ καὶ ὁ θάνατος καὶ ὃ ἐὰν εὐδοκήσῃ δοθήσεται αὐτῷ
15:18 ὅτι πολλὴ ἡ σοφία τοῦ κυρίου ἰσχυρὸς ἐν δυναστείᾳ καὶ βλέπων τὰ πάντα
15:19 καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἐπὶ τοὺς φοβουμένους αὐτόν καὶ αὐτὸς ἐπιγνώσεται πᾶν ἔργον ἀνθρώπου
15:20 οὐκ ἐνετείλατο οὐδενὶ ἀσεβεῖν καὶ οὐκ ἔδωκεν ἄνεσιν οὐδενὶ ἁμαρτάνειν