13:1 ὁ ἁπτόμενος πίσσης μολυνθήσεται καὶ ὁ κοινωνῶν ὑπερηφάνῳ ὁμοιωθήσεται αὐτῷ
13:2 βάρος ὑπὲρ σὲ μὴ ἄρῃς καὶ ἰσχυροτέρῳ σου καὶ πλουσιωτέρῳ μὴ κοινώνει τί κοινωνήσει χύτρα πρὸς λέβητα αὕτη προσκρούσει καὶ αὕτη συντριβήσεται
13:3 πλούσιος ἠδίκησεν καὶ αὐτὸς προσενεβριμήσατο πτωχὸς ἠδίκηται καὶ αὐτὸς προσδεηθήσεται
13:4 ἐὰν χρησιμεύσῃς ἐργᾶται ἐν σοί καὶ ἐὰν ὑστερήσῃς καταλείψει σε
13:5 ἐὰν ἔχῃς συμβιώσεταί σοι καὶ ἀποκενώσει σε καὶ αὐτὸς οὐ πονέσει
13:6 χρείαν ἔσχηκέν σου καὶ ἀποπλανήσει σε καὶ προσγελάσεταί σοι καὶ δώσει σοι ἐλπίδα λαλήσει σοι καλὰ καὶ ἐρεῖ τίς ἡ χρεία σου
13:7 καὶ αἰσχυνεῖ σε ἐν τοῖς βρώμασιν αὐτοῦ ἕως οὗ ἀποκενώσῃ σε δὶς ἢ τρίς καὶ ἐπ᾽ ἐσχάτων καταμωκήσεταί σου μετὰ ταῦτα ὄψεταί σε καὶ καταλείψει σε καὶ τὴν κεφαλὴν αὐτοῦ κινήσει ἐπὶ σοί
13:8 πρόσεχε μὴ ἀποπλανηθῇς καὶ μὴ ταπεινωθῇς ἐν ἀφροσύνῃ σου
13:9 προσκαλεσαμένου σε δυνάστου ὑποχωρῶν γίνου καὶ τόσῳ μᾶλλόν σε προσκαλέσεται
13:10 μὴ ἔμπιπτε μὴ ἀπωσθῇς καὶ μὴ μακρὰν ἀφίστω ἵνα μὴ ἐπιλησθῇς
13:11 μὴ ἔπεχε ἰσηγορεῖσθαι μετ᾽ αὐτοῦ καὶ μὴ πίστευε τοῖς πλείοσιν λόγοις αὐτοῦ ἐκ πολλῆς γὰρ λαλιᾶς πειράσει σε καὶ ὡς προσγελῶν ἐξετάσει σε
13:12 ἀνελεήμων ὁ μὴ συντηρῶν λόγους καὶ οὐ μὴ φείσηται περὶ κακώσεως καὶ δεσμῶν
13:13 συντήρησον καὶ πρόσεχε σφοδρῶς ὅτι μετὰ τῆς πτώσεώς σου περιπατεῖς
13:14 
13:15 πᾶν ζῷον ἀγαπᾷ τὸ ὅμοιον αὐτῷ καὶ πᾶς ἄνθρωπος τὸν πλησίον αὐτοῦ
13:16 πᾶσα σὰρξ κατὰ γένος συνάγεται καὶ τῷ ὁμοίῳ αὐτοῦ προσκολληθήσεται ἀνήρ
13:17 τί κοινωνήσει λύκος ἀμνῷ οὕτως ἁμαρτωλὸς πρὸς εὐσεβῆ
13:18 τίς εἰρήνη ὑαίνῃ πρὸς κύνα καὶ τίς εἰρήνη πλουσίῳ πρὸς πένητα
13:19 κυνήγια λεόντων ὄναγροι ἐν ἐρήμῳ οὕτως νομαὶ πλουσίων πτωχοί
13:20 βδέλυγμα ὑπερηφάνῳ ταπεινότης οὕτως βδέλυγμα πλουσίῳ πτωχός
13:21 πλούσιος σαλευόμενος στηρίζεται ὑπὸ φίλων ταπεινὸς δὲ πεσὼν προσαπωθεῖται ὑπὸ φίλων
13:22 πλουσίου σφαλέντος πολλοὶ ἀντιλήμπτορες ἐλάλησεν ἀπόρρητα καὶ ἐδικαίωσαν αὐτόν ταπεινὸς ἔσφαλεν καὶ προσεπετίμησαν αὐτῷ ἐφθέγξατο σύνεσιν καὶ οὐκ ἐδόθη αὐτῷ τόπος
13:23 πλούσιος ἐλάλησεν καὶ πάντες ἐσίγησαν καὶ τὸν λόγον αὐτοῦ ἀνύψωσαν ἕως τῶν νεφελῶν πτωχὸς ἐλάλησεν καὶ εἶπαν τίς οὗτος κἂν προσκόψῃ προσανατρέψουσιν αὐτόν
13:24 ἀγαθὸς ὁ πλοῦτος ᾧ μή ἐστιν ἁμαρτία καὶ πονηρὰ ἡ πτωχεία ἐν στόματι ἀσεβοῦς
13:25 καρδία ἀνθρώπου ἀλλοιοῖ τὸ πρόσωπον αὐτοῦ ἐάν τε εἰς ἀγαθὰ ἐάν τε εἰς κακά
13:26 ἴχνος καρδίας ἐν ἀγαθοῖς πρόσωπον ἱλαρόν καὶ εὕρεσις παραβολῶν διαλογισμοὶ μετὰ κόπων