11:1 σοφία ταπεινοῦ ἀνυψώσει κεφαλὴν αὐτοῦ καὶ ἐν μέσῳ μεγιστάνων καθίσει αὐτόν
11:2 μὴ αἰνέσῃς ἄνδρα ἐν κάλλει αὐτοῦ καὶ μὴ βδελύξῃ ἄνθρωπον ἐν ὁράσει αὐτοῦ
11:3 μικρὰ ἐν πετεινοῖς μέλισσα καὶ ἀρχὴ γλυκασμάτων ὁ καρπὸς αὐτῆς
11:4 ἐν περιβολῇ ἱματίων μὴ καυχήσῃ καὶ ἐν ἡμέρᾳ δόξης μὴ ἐπαίρου ὅτι θαυμαστὰ τὰ ἔργα κυρίου καὶ κρυπτὰ τὰ ἔργα αὐτοῦ ἀνθρώποις
11:5 πολλοὶ τύραννοι ἐκάθισαν ἐπὶ ἐδάφους ὁ δὲ ἀνυπονόητος ἐφόρεσεν διάδημα
11:6 πολλοὶ δυνάσται ἠτιμάσθησαν σφόδρα καὶ ἔνδοξοι παρεδόθησαν εἰς χεῖρας ἑτέρων
11:7 πρὶν ἐξετάσῃς μὴ μέμψῃ νόησον πρῶτον καὶ τότε ἐπιτίμα
11:8 πρὶν ἢ ἀκοῦσαι μὴ ἀποκρίνου καὶ ἐν μέσῳ λόγων μὴ παρεμβάλλου
11:9 περὶ πράγματος οὗ οὐκ ἔστιν σοι χρεία μὴ ἔριζε καὶ ἐν κρίσει ἁμαρτωλῶν μὴ συνέδρευε
11:10 τέκνον μὴ περὶ πολλὰ ἔστωσαν αἱ πράξεις σου ἐὰν πληθύνῃς οὐκ ἀθῳωθήσῃ καὶ ἐὰν διώκῃς οὐ μὴ καταλάβῃς καὶ οὐ μὴ ἐκφύγῃς διαδράς
11:11 ἔστιν κοπιῶν καὶ πονῶν καὶ σπεύδων καὶ τόσῳ μᾶλλον ὑστερεῖται
11:12 ἔστιν νωθρὸς προσδεόμενος ἀντιλήμψεως ὑστερῶν ἰσχύι καὶ πτωχείᾳ περισσεύει καὶ οἱ ὀφθαλμοὶ κυρίου ἐπέβλεψαν αὐτῷ εἰς ἀγαθά καὶ ἀνώρθωσεν αὐτὸν ἐκ ταπεινώσεως αὐτοῦ
11:13 καὶ ἀνύψωσεν κεφαλὴν αὐτοῦ καὶ ἀπεθαύμασαν ἐπ᾽ αὐτῷ πολλοί
11:14 ἀγαθὰ καὶ κακά ζωὴ καὶ θάνατος πτωχεία καὶ πλοῦτος παρὰ κυρίου ἐστίν
11:15 
11:16 
11:17 δόσις κυρίου παραμένει εὐσεβέσιν καὶ ἡ εὐδοκία αὐτοῦ εἰς τὸν αἰῶνα εὐοδωθήσεται
11:18 ἔστιν πλουτῶν ἀπὸ προσοχῆς καὶ σφιγγίας αὐτοῦ καὶ αὕτη ἡ μερὶς τοῦ μισθοῦ αὐτοῦ
11:19 ἐν τῷ εἰπεῖν αὐτόν εὗρον ἀνάπαυσιν καὶ νῦν φάγομαι ἐκ τῶν ἀγαθῶν μου καὶ οὐκ οἶδεν τίς καιρὸς παρελεύσεται καὶ καταλείψει αὐτὰ ἑτέροις καὶ ἀποθανεῖται
11:20 στῆθι ἐν διαθήκῃ σου καὶ ὁμίλει ἐν αὐτῇ καὶ ἐν τῷ ἔργῳ σου παλαιώθητι
11:21 μὴ θαύμαζε ἐν ἔργοις ἁμαρτωλοῦ πίστευε δὲ κυρίῳ καὶ ἔμμενε τῷ πόνῳ σου ὅτι κοῦφον ἐν ὀφθαλμοῖς κυρίου διὰ τάχους ἐξάπινα πλουτίσαι πένητα
11:22 εὐλογία κυρίου ἐν μισθῷ εὐσεβοῦς καὶ ἐν ὥρᾳ ταχινῇ ἀναθάλλει εὐλογίαν αὐτοῦ
11:23 μὴ εἴπῃς τίς ἐστίν μου χρεία καὶ τίνα ἀπὸ τοῦ νῦν ἔσται μου τὰ ἀγαθά
11:24 μὴ εἴπῃς αὐτάρκη μοί ἐστιν καὶ τί ἀπὸ τοῦ νῦν κακωθήσομαι
11:25 ἐν ἡμέρᾳ ἀγαθῶν ἀμνησία κακῶν καὶ ἐν ἡμέρᾳ κακῶν οὐ μνησθήσεται ἀγαθῶν
11:26 ὅτι κοῦφον ἔναντι κυρίου ἐν ἡμέρᾳ τελευτῆς ἀποδοῦναι ἀνθρώπῳ κατὰ τὰς ὁδοὺς αὐτοῦ
11:27 κάκωσις ὥρας ἐπιλησμονὴν ποιεῖ τρυφῆς καὶ ἐν συντελείᾳ ἀνθρώπου ἀποκάλυψις ἔργων αὐτοῦ
11:28 πρὸ τελευτῆς μὴ μακάριζε μηδένα καὶ ἐν τέκνοις αὐτοῦ γνωσθήσεται ἀνήρ
11:29 μὴ πάντα ἄνθρωπον εἴσαγε εἰς τὸν οἶκόν σου πολλὰ γὰρ τὰ ἔνεδρα τοῦ δολίου
11:30 πέρδιξ θηρευτὴς ἐν καρτάλλῳ οὕτως καρδία ὑπερηφάνου καὶ ὡς ὁ κατάσκοπος ἐπιβλέπει πτῶσιν
11:31 τὰ γὰρ ἀγαθὰ εἰς κακὰ μεταστρέφων ἐνεδρεύει καὶ ἐν τοῖς αἱρετοῖς ἐπιθήσει μῶμον
11:32 ἀπὸ σπινθῆρος πυρὸς πληθύνεται ἀνθρακιά καὶ ἄνθρωπος ἁμαρτωλὸς εἰς αἷμα ἐνεδρεύει
11:33 πρόσεχε ἀπὸ κακούργου πονηρὰ γὰρ τεκταίνει μήποτε μῶμον εἰς τὸν αἰῶνα δῷ σοι
11:34 ἐνοίκισον ἀλλότριον καὶ διαστρέψει σε ἐν ταραχαῖς καὶ ἀπαλλοτριώσει σε τῶν ἰδίων σου