3:1 ἐμοῦ τοῦ πατρὸς ἀκούσατε τέκνα καὶ οὕτως ποιήσατε ἵνα σωθῆτε
3:2 ὁ γὰρ κύριος ἐδόξασεν πατέρα ἐπὶ τέκνοις καὶ κρίσιν μητρὸς ἐστερέωσεν ἐφ᾽ υἱοῖς
3:3 ὁ τιμῶν πατέρα ἐξιλάσκεται ἁμαρτίας
3:4 καὶ ὡς ὁ ἀποθησαυρίζων ὁ δοξάζων μητέρα αὐτοῦ
3:5 ὁ τιμῶν πατέρα εὐφρανθήσεται ὑπὸ τέκνων καὶ ἐν ἡμέρᾳ προσευχῆς αὐτοῦ εἰσακουσθήσεται
3:6 ὁ δοξάζων πατέρα μακροημερεύσει καὶ ὁ εἰσακούων κυρίου ἀναπαύσει μητέρα αὐτοῦ
3:7 καὶ ὡς δεσπόταις δουλεύσει ἐν τοῖς γεννήσασιν αὐτόν
3:8 ἐν ἔργῳ καὶ λόγῳ τίμα τὸν πατέρα σου ἵνα ἐπέλθῃ σοι εὐλογία παρ᾽ αὐτοῦ
3:9 εὐλογία γὰρ πατρὸς στηρίζει οἴκους τέκνων κατάρα δὲ μητρὸς ἐκριζοῖ θεμέλια
3:10 μὴ δοξάζου ἐν ἀτιμίᾳ πατρός σου οὐ γάρ ἐστίν σοι δόξα πατρὸς ἀτιμία
3:11 ἡ γὰρ δόξα ἀνθρώπου ἐκ τιμῆς πατρὸς αὐτοῦ καὶ ὄνειδος τέκνοις μήτηρ ἐν ἀδοξίᾳ
3:12 τέκνον ἀντιλαβοῦ ἐν γήρᾳ πατρός σου καὶ μὴ λυπήσῃς αὐτὸν ἐν τῇ ζωῇ αὐτοῦ
3:13 κἂν ἀπολείπῃ σύνεσιν συγγνώμην ἔχε καὶ μὴ ἀτιμάσῃς αὐτὸν ἐν πάσῃ ἰσχύι σου
3:14 ἐλεημοσύνη γὰρ πατρὸς οὐκ ἐπιλησθήσεται καὶ ἀντὶ ἁμαρτιῶν προσανοικοδομηθήσεταί σοι
3:15 ἐν ἡμέρᾳ θλίψεώς σου ἀναμνησθήσεταί σου ὡς εὐδία ἐπὶ παγετῷ οὕτως ἀναλυθήσονταί σου αἱ ἁμαρτίαι
3:16 ὡς βλάσφημος ὁ ἐγκαταλιπὼν πατέρα καὶ κεκατηραμένος ὑπὸ κυρίου ὁ παροργίζων μητέρα αὐτοῦ
3:17 τέκνον ἐν πραΰτητι τὰ ἔργα σου διέξαγε καὶ ὑπὸ ἀνθρώπου δεκτοῦ ἀγαπηθήσῃ
3:18 ὅσῳ μέγας εἶ τοσούτῳ ταπείνου σεαυτόν καὶ ἔναντι κυρίου εὑρήσεις χάριν
3:19 
3:20 ὅτι μεγάλη ἡ δυναστεία τοῦ κυρίου καὶ ὑπὸ τῶν ταπεινῶν δοξάζεται
3:21 χαλεπώτερά σου μὴ ζήτει καὶ ἰσχυρότερά σου μὴ ἐξέταζε
3:22 ἃ προσετάγη σοι ταῦτα διανοοῦ οὐ γάρ ἐστίν σοι χρεία τῶν κρυπτῶν
3:23 ἐν τοῖς περισσοῖς τῶν ἔργων σου μὴ περιεργάζου πλείονα γὰρ συνέσεως ἀνθρώπων ὑπεδείχθη σοι
3:24 πολλοὺς γὰρ ἐπλάνησεν ἡ ὑπόλημψις αὐτῶν καὶ ὑπόνοια πονηρὰ ὠλίσθησεν διανοίας αὐτῶν
3:25 
3:26 καρδία σκληρὰ κακωθήσεται ἐπ᾽ ἐσχάτων καὶ ὁ ἀγαπῶν κίνδυνον ἐν αὐτῷ ἀπολεῖται
3:27 καρδία σκληρὰ βαρυνθήσεται πόνοις καὶ ὁ ἁμαρτωλὸς προσθήσει ἁμαρτίαν ἐφ᾽ ἁμαρτίαις
3:28 ἐπαγωγῇ ὑπερηφάνου οὐκ ἔστιν ἴασις φυτὸν γὰρ πονηρίας ἐρρίζωκεν ἐν αὐτῷ
3:29 καρδία συνετοῦ διανοηθήσεται παραβολήν καὶ οὖς ἀκροατοῦ ἐπιθυμία σοφοῦ
3:30 πῦρ φλογιζόμενον ἀποσβέσει ὕδωρ καὶ ἐλεημοσύνη ἐξιλάσεται ἁμαρτίας
3:31 ὁ ἀνταποδιδοὺς χάριτας μέμνηται εἰς τὰ μετὰ ταῦτα καὶ ἐν καιρῷ πτώσεως αὐτοῦ εὑρήσει στήριγμα