1:1 πολλῶν καὶ μεγάλων ἡμῖν διὰ τοῦ νόμου καὶ τῶν προφητῶν
1:2 καὶ τῶν ἄλλων τῶν κατ᾽ αὐτοὺς ἠκολουθηκότων δεδομένων
1:3 ὑπὲρ ὧν δέον ἐστὶν ἐπαινεῖν τὸν Ισραηλ παιδείας καὶ σοφίας
1:4 καὶ ὡς οὐ μόνον αὐτοὺς τοὺς ἀναγινώσκοντας δέον ἐστὶν ἐπιστήμονας γίνεσθαι
1:5 ἀλλὰ καὶ τοῖς ἐκτὸς δύνασθαι τοὺς φιλομαθοῦντας χρησίμους εἶναι
1:6 καὶ λέγοντας καὶ γράφοντας
1:7 ὁ πάππος μου Ἰησοῦς ἐπὶ πλεῖον ἑαυτὸν δοὺς
1:8 εἴς τε τὴν τοῦ νόμου
1:9 καὶ τῶν προφητῶν
1:10 καὶ τῶν ἄλλων πατρίων βιβλίων ἀνάγνωσιν
1:11 καὶ ἐν τούτοις ἱκανὴν ἕξιν περιποιησάμενος
1:12 προήχθη καὶ αὐτὸς συγγράψαι τι τῶν εἰς παιδείαν καὶ σοφίαν ἀνηκόντων
1:13 ὅπως οἱ φιλομαθεῖς καὶ τούτων ἔνοχοι γενόμενοι
1:14 πολλῷ μᾶλλον ἐπιπροσθῶσιν διὰ τῆς ἐννόμου βιώσεως
1:15 παρακέκλησθε οὖν
1:16 μετ᾽ εὐνοίας καὶ προσοχῆς
1:17 τὴν ἀνάγνωσιν ποιεῖσθαι
1:18 καὶ συγγνώμην ἔχειν
1:19 ἐφ᾽ οἷς ἂν δοκῶμεν
1:20 τῶν κατὰ τὴν ἑρμηνείαν πεφιλοπονημένων τισὶν τῶν λέξεων ἀδυναμεῖν
1:21 οὐ γὰρ ἰσοδυναμεῖ
1:22 αὐτὰ ἐν ἑαυτοῖς Εβραϊστὶ λεγόμενα καὶ ὅταν μεταχθῇ εἰς ἑτέραν γλῶσσαν
1:23 οὐ μόνον δὲ ταῦτα
1:24 ἀλλὰ καὶ αὐτὸς ὁ νόμος καὶ αἱ προφητεῖαι
1:25 καὶ τὰ λοιπὰ τῶν βιβλίων
1:26 οὐ μικρὰν ἔχει τὴν διαφορὰν ἐν ἑαυτοῖς λεγόμενα
1:27 ἐν γὰρ τῷ ὀγδόῳ καὶ τριακοστῷ ἔτει ἐπὶ τοῦ Εὐεργέτου βασιλέως
1:28 παραγενηθεὶς εἰς Αἴγυπτον καὶ συγχρονίσας
1:29 εὑρὼν οὐ μικρᾶς παιδείας ἀφόμοιον
1:30 ἀναγκαιότατον ἐθέμην καὶ αὐτός τινα προσενέγκασθαι σπουδὴν καὶ φιλοπονίαν τοῦ μεθερμηνεῦσαι τήνδε τὴν βίβλον
1:31 πολλὴν ἀγρυπνίαν καὶ ἐπιστήμην προσενεγκάμενος
1:32 ἐν τῷ διαστήματι τοῦ χρόνου
1:33 πρὸς τὸ ἐπὶ πέρας ἀγαγόντα τὸ βιβλίον ἐκδόσθαι
1:34 καὶ τοῖς ἐν τῇ παροικίᾳ βουλομένοις φιλομαθεῖν
1:35 προκατασκευαζομένους τὰ ἤθη
1:36 ἐννόμως βιοτεύειν