25:1 ὑπολαβὼν δὲ Βαλδαδ ὁ Σαυχίτης λέγει
25:2 τί γὰρ προοίμιον ἢ φόβος παρ᾽ αὐτοῦ ὁ ποιῶν τὴν σύμπασαν ἐν ὑψίστῳ
25:3 μὴ γάρ τις ὑπολάβοι ὅτι ἔστιν παρέλκυσις πειραταῖς ἐπὶ τίνας δὲ οὐκ ἐπελεύσεται ἔνεδρα παρ᾽ αὐτοῦ
25:4 πῶς γὰρ ἔσται δίκαιος βροτὸς ἔναντι κυρίου ἢ τίς ἂν ἀποκαθαρίσαι ἑαυτὸν γεννητὸς γυναικός
25:5 εἰ σελήνῃ συντάσσει καὶ οὐκ ἐπιφαύσκει ἄστρα δὲ οὐ καθαρὰ ἐναντίον αὐτοῦ
25:6 ἔα δέ ἄνθρωπος σαπρία καὶ υἱὸς ἀνθρώπου σκώληξ