10:1 υἱὸς σοφὸς εὐφραίνει πατέρα υἱὸς δὲ ἄφρων λύπη τῇ μητρί
10:2 οὐκ ὠφελήσουσιν θησαυροὶ ἀνόμους δικαιοσύνη δὲ ῥύσεται ἐκ θανάτου
10:3 οὐ λιμοκτονήσει κύριος ψυχὴν δικαίαν ζωὴν δὲ ἀσεβῶν ἀνατρέψει
10:4 πενία ἄνδρα ταπεινοῖ χεῖρες δὲ ἀνδρείων πλουτίζουσιν [1] υἱὸς πεπαιδευμένος σοφὸς ἔσται τῷ δὲ ἄφρονι διακόνῳ χρήσεται
10:5 διεσώθη ἀπὸ καύματος υἱὸς νοήμων ἀνεμόφθορος δὲ γίνεται ἐν ἀμήτῳ υἱὸς παράνομος
10:6 εὐλογία κυρίου ἐπὶ κεφαλὴν δικαίου στόμα δὲ ἀσεβῶν καλύψει πένθος ἄωρον
10:7 μνήμη δικαίων μετ᾽ ἐγκωμίων ὄνομα δὲ ἀσεβοῦς σβέννυται
10:8 σοφὸς καρδίᾳ δέξεται ἐντολάς ὁ δὲ ἄστεγος χείλεσιν σκολιάζων ὑποσκελισθήσεται
10:9 ὃς πορεύεται ἁπλῶς πορεύεται πεποιθώς ὁ δὲ διαστρέφων τὰς ὁδοὺς αὐτοῦ γνωσθήσεται
10:10 ὁ ἐννεύων ὀφθαλμοῖς μετὰ δόλου συνάγει ἀνδράσι λύπας ὁ δὲ ἐλέγχων μετὰ παρρησίας εἰρηνοποιεῖ
10:11 πηγὴ ζωῆς ἐν χειρὶ δικαίου στόμα δὲ ἀσεβοῦς καλύψει ἀπώλεια
10:12 μῖσος ἐγείρει νεῖκος πάντας δὲ τοὺς μὴ φιλονεικοῦντας καλύπτει φιλία
10:13 ὃς ἐκ χειλέων προφέρει σοφίαν ῥάβδῳ τύπτει ἄνδρα ἀκάρδιον
10:14 σοφοὶ κρύψουσιν αἴσθησιν στόμα δὲ προπετοῦς ἐγγίζει συντριβῇ
10:15 κτῆσις πλουσίων πόλις ὀχυρά συντριβὴ δὲ ἀσεβῶν πενία
10:16 ἔργα δικαίων ζωὴν ποιεῖ καρποὶ δὲ ἀσεβῶν ἁμαρτίας
10:17 ὁδοὺς δικαίας ζωῆς φυλάσσει παιδεία παιδεία δὲ ἀνεξέλεγκτος πλανᾶται
10:18 καλύπτουσιν ἔχθραν χείλη δίκαια οἱ δὲ ἐκφέροντες λοιδορίας ἀφρονέστατοί εἰσιν
10:19 ἐκ πολυλογίας οὐκ ἐκφεύξῃ ἁμαρτίαν φειδόμενος δὲ χειλέων νοήμων ἔσῃ
10:20 ἄργυρος πεπυρωμένος γλῶσσα δικαίου καρδία δὲ ἀσεβοῦς ἐκλείψει
10:21 χείλη δικαίων ἐπίσταται ὑψηλά οἱ δὲ ἄφρονες ἐν ἐνδείᾳ τελευτῶσιν
10:22 εὐλογία κυρίου ἐπὶ κεφαλὴν δικαίου αὕτη πλουτίζει καὶ οὐ μὴ προστεθῇ αὐτῇ λύπη ἐν καρδίᾳ
10:23 ἐν γέλωτι ἄφρων πράσσει κακά ἡ δὲ σοφία ἀνδρὶ τίκτει φρόνησιν
10:24 ἐν ἀπωλείᾳ ἀσεβὴς περιφέρεται ἐπιθυμία δὲ δικαίου δεκτή
10:25 παραπορευομένης καταιγίδος ἀφανίζεται ἀσεβής δίκαιος δὲ ἐκκλίνας σῴζεται εἰς τὸν αἰῶνα
10:26 ὥσπερ ὄμφαξ ὀδοῦσι βλαβερὸν καὶ καπνὸς ὄμμασιν οὕτως παρανομία τοῖς χρωμένοις αὐτήν
10:27 φόβος κυρίου προστίθησιν ἡμέρας ἔτη δὲ ἀσεβῶν ὀλιγωθήσεται
10:28 ἐγχρονίζει δικαίοις εὐφροσύνη ἐλπὶς δὲ ἀσεβῶν ὄλλυται
10:29 ὀχύρωμα ὁσίου φόβος κυρίου συντριβὴ δὲ τοῖς ἐργαζομένοις κακά
10:30 δίκαιος τὸν αἰῶνα οὐκ ἐνδώσει ἀσεβεῖς δὲ οὐκ οἰκήσουσιν γῆν
10:31 στόμα δικαίου ἀποστάζει σοφίαν γλῶσσα δὲ ἀδίκου ἐξολεῖται
10:32 χείλη ἀνδρῶν δικαίων ἀποστάζει χάριτας στόμα δὲ ἀσεβῶν ἀποστρέφεται