2:1 υἱέ ἐὰν δεξάμενος ῥῆσιν ἐμῆς ἐντολῆς κρύψῃς παρὰ σεαυτῷ
2:2 ὑπακούσεται σοφίας τὸ οὖς σου καὶ παραβαλεῖς καρδίαν σου εἰς σύνεσιν παραβαλεῖς δὲ αὐτὴν ἐπὶ νουθέτησιν τῷ υἱῷ σου
2:3 ἐὰν γὰρ τὴν σοφίαν ἐπικαλέσῃ καὶ τῇ συνέσει δῷς φωνήν σου τὴν δὲ αἴσθησιν ζητήσῃς μεγάλῃ τῇ φωνῇ
2:4 καὶ ἐὰν ζητήσῃς αὐτὴν ὡς ἀργύριον καὶ ὡς θησαυροὺς ἐξερευνήσῃς αὐτήν
2:5 τότε συνήσεις φόβον κυρίου καὶ ἐπίγνωσιν θεοῦ εὑρήσεις
2:6 ὅτι κύριος δίδωσιν σοφίαν καὶ ἀπὸ προσώπου αὐτοῦ γνῶσις καὶ σύνεσις
2:7 καὶ θησαυρίζει τοῖς κατορθοῦσι σωτηρίαν ὑπερασπιεῖ τὴν πορείαν αὐτῶν
2:8 τοῦ φυλάξαι ὁδοὺς δικαιωμάτων καὶ ὁδὸν εὐλαβουμένων αὐτὸν διαφυλάξει
2:9 τότε συνήσεις δικαιοσύνην καὶ κρίμα καὶ κατορθώσεις πάντας ἄξονας ἀγαθούς
2:10 ἐὰν γὰρ ἔλθῃ ἡ σοφία εἰς σὴν διάνοιαν ἡ δὲ αἴσθησις τῇ σῇ ψυχῇ καλὴ εἶναι δόξῃ
2:11 βουλὴ καλὴ φυλάξει σε ἔννοια δὲ ὁσία τηρήσει σε
2:12 ἵνα ῥύσηταί σε ἀπὸ ὁδοῦ κακῆς καὶ ἀπὸ ἀνδρὸς λαλοῦντος μηδὲν πιστόν
2:13 ὦ οἱ ἐγκαταλείποντες ὁδοὺς εὐθείας τοῦ πορεύεσθαι ἐν ὁδοῖς σκότους
2:14 οἱ εὐφραινόμενοι ἐπὶ κακοῖς καὶ χαίροντες ἐπὶ διαστροφῇ κακῇ
2:15 ὧν αἱ τρίβοι σκολιαὶ καὶ καμπύλαι αἱ τροχιαὶ αὐτῶν
2:16 τοῦ μακράν σε ποιῆσαι ἀπὸ ὁδοῦ εὐθείας καὶ ἀλλότριον τῆς δικαίας γνώμης
2:17 υἱέ μή σε καταλάβῃ κακὴ βουλὴ ἡ ἀπολείπουσα διδασκαλίαν νεότητος καὶ διαθήκην θείαν ἐπιλελησμένη
2:18 ἔθετο γὰρ παρὰ τῷ θανάτῳ τὸν οἶκον αὐτῆς καὶ παρὰ τῷ ᾅδῃ μετὰ τῶν γηγενῶν τοὺς ἄξονας αὐτῆς
2:19 πάντες οἱ πορευόμενοι ἐν αὐτῇ οὐκ ἀναστρέψουσιν οὐδὲ μὴ καταλάβωσιν τρίβους εὐθείας οὐ γὰρ καταλαμβάνονται ὑπὸ ἐνιαυτῶν ζωῆς
2:20 εἰ γὰρ ἐπορεύοντο τρίβους ἀγαθάς εὕροσαν ἂν τρίβους δικαιοσύνης λείους
2:21 χρηστοὶ ἔσονται οἰκήτορες γῆς ἄκακοι δὲ ὑπολειφθήσονται ἐν αὐτῇ ὅτι εὐθεῖς κατασκηνώσουσι γῆν καὶ ὅσιοι ὑπολειφθήσονται ἐν αὐτῇ
2:22 ὁδοὶ ἀσεβῶν ἐκ γῆς ὀλοῦνται οἱ δὲ παράνομοι ἐξωσθήσονται ἀπ᾽ αὐτῆς