14:1 [ὕμνος ἑωθινός] δόξα ἐν ὑψίστοις θεῷ
14:2 καὶ ἐπὶ γῆς εἰρήνη
14:3 ἐν ἀνθρώποις εὐδοκία
14:4 αἰνοῦμέν σε
14:5 εὐλογοῦμέν σε
14:6 προσκυνοῦμέν σε
14:7 δοξολογοῦμέν σε
14:8 εὐχαριστοῦμέν σοι
14:9 διὰ τὴν μεγάλην σου δόξαν
14:10 κύριε βασιλεῦ
14:11 ἐπουράνιε
14:12 θεὲ πατὴρ παντοκράτωρ
14:13 κύριε υἱὲ μονογενὴ
14:14 Ἰησοῦ Χριστὲ
14:15 καὶ ἅγιον πνεῦμα
14:16 κύριε ὁ θεός
14:17 ὁ ἀμνὸς τοῦ θεοῦ
14:18 ὁ υἱὸς τοῦ πατρός
14:19 ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου
14:20 ἐλέησον ἡμᾶς
14:21 ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου
14:22 πρόσδεξαι τὴν δέησιν ἡμῶν
14:23 ὁ καθήμενος ἐν δεξιᾷ τοῦ πατρός
14:24 ἐλέησον ἡμᾶς
14:25 ὅτι σὺ εἶ μόνος ἅγιος
14:26 σὺ εἶ μόνος κύριος
14:27 Ἰησοῦς Χριστός
14:28 εἰς δόξαν θεοῦ πατρός αμην
14:29 καθ᾽ ἑκάστην ἡμέραν εὐλογήσω σε
14:30 καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα
14:31 καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος
14:32 καταξίωσον κύριε καὶ τὴν ἡμέραν ταύτην
14:33 ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς
14:34 εὐλογητὸς εἶ κύριε ὁ θεὸς τῶν πατέρων ἡμῶν
14:35 καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας αμην
14:36 εὐλογητὸς εἶ κύριε δίδαξόν με τὰ δικαιώματά σου
14:37 εὐλογητὸς εἶ κύριε δίδαξόν με τὰ δικαιώματά σου
14:38 εὐλογητὸς εἶ κύριε δίδαξόν με τὰ δικαιώματά σου
14:39 κύριε καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ
14:40 ἐγὼ εἶπα κύριε ἐλέησόν με
14:41 ἴασαι τὴν ψυχήν μου ὅτι ἥμαρτόν σοι
14:42 κύριε πρὸς σὲ κατέφυγα
14:43 δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου ὅτι σὺ εἶ ὁ θεός μου
14:44 ὅτι παρὰ σοὶ πηγὴ ζωῆς
14:45 ἐν τῷ φωτί σου ὀψόμεθα φῶς
14:46 παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσίν σε