9:1 
9:2 
9:3 
9:4 
9:5 
9:6 
9:7 
9:8 
9:9 
9:10 
9:11 
9:12 
9:13 
9:14 
9:15 
9:16 
9:17 
9:18 
9:19 
9:20 
9:21 
9:22 
9:23 
9:24 
9:25 
9:26 
9:27 
9:28 
9:29 
9:30 
9:31 
9:32 
9:33 
9:34 
9:35 
9:36 
9:37 
9:38 
9:39 
9:40 
9:41 
9:42 
9:43 
9:44 
9:45 
9:46 [προσευχὴ Μαριας τῆς θεοτόκου] μεγαλύνει ἡ ψυχή μου τὸν κύριον
9:47 καὶ ἠγαλλίασεν τὸ πνεῦμά μου ἐπὶ τῷ θεῷ τῷ σωτῆρί μου
9:48 ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσίν με πᾶσαι αἱ γενεαί
9:49 ὅτι ἐποίησέν μοι μεγαλεῖα ὁ δυνατός καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ
9:50 καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν
9:51 ἐποίησεν κράτος ἐν βραχίονι αὐτοῦ διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν
9:52 καθεῖλεν δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσεν ταπεινούς
9:53 πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλεν κενούς
9:54 ἀντελάβετο Ισραηλ παιδὸς αὐτοῦ μνησθῆναι ἐλέους
9:55 καθὼς ἐλάλησεν πρὸς τοὺς πατέρας ἡμῶν τῷ Αβρααμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος
9:56 
9:57 
9:58 
9:59 
9:60 
9:61 
9:62 
9:63 
9:64 
9:65 
9:66 
9:67 
9:68 [προσευχὴ Ζαχαριου] εὐλογητὸς κύριος ὁ θεὸς τοῦ Ισραηλ ὅτι ἐπεσκέψατο καὶ ἐποίησεν λύτρωσιν τῷ λαῷ αὐτοῦ
9:69 καὶ ἤγειρεν κέρας σωτηρίας ἡμῖν ἐν τῷ οἴκῳ Δαυιδ τοῦ παιδὸς αὐτοῦ
9:70 καθὼς ἐλάλησεν διὰ στόματος τῶν ἁγίων τῶν ἀπ᾽ αἰῶνος προφητῶν αὐτοῦ
9:71 σωτηρίαν ἐξ ἐχθρῶν ἡμῶν καὶ ἐκ χειρὸς πάντων τῶν μισούντων ἡμᾶς
9:72 ποιῆσαι ἔλεος μετὰ τῶν πατέρων ἡμῶν καὶ μνησθῆναι διαθήκης ἁγίας αὐτοῦ
9:73 ὅρκον ὃν ὤμοσεν πρὸς Αβρααμ τὸν πατέρα ἡμῶν
9:74 τοῦ δοῦναι ἡμῖν ἀφόβως ἐκ χειρὸς τῶν ἐχθρῶν ἡμῶν ῥυσθέντας
9:75 λατρεύειν αὐτῷ ἐν ὁσιότητι καὶ δικαιοσύνῃ ἐνώπιον αὐτοῦ πάσας τὰς ἡμέρας ἡμῶν
9:76 καὶ σὺ δέ παιδίον προφήτης ὑψίστου κληθήσῃ προπορεύσῃ γὰρ πρὸ προσώπου κυρίου ἑτοιμάσαι ὁδοὺς αὐτοῦ
9:77 τοῦ δοῦναι γνῶσιν σωτηρίας τῷ λαῷ αὐτοῦ ἐν ἀφέσει ἁμαρτιῶν ἡμῶν
9:78 διὰ σπλάγχνα ἐλέους θεοῦ ἡμῶν ἐν οἷς ἐπεσκέψατο ἡμᾶς ἀνατολὴ ἐξ ὕψους
9:79 ἐπιφᾶναι τοῖς ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένοις τοῦ κατευθῦναι τοὺς πόδας ἡμῶν εἰς ὁδὸν εἰρήνης