148:1 αλληλουια Αγγαιου καὶ Ζαχαριου αἰνεῖτε τὸν κύριον ἐκ τῶν οὐρανῶν αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις
148:2 αἰνεῖτε αὐτόν πάντες οἱ ἄγγελοι αὐτοῦ αἰνεῖτε αὐτόν πᾶσαι αἱ δυνάμεις αὐτοῦ
148:3 αἰνεῖτε αὐτόν ἥλιος καὶ σελήνη αἰνεῖτε αὐτόν πάντα τὰ ἄστρα καὶ τὸ φῶς
148:4 αἰνεῖτε αὐτόν οἱ οὐρανοὶ τῶν οὐρανῶν καὶ τὸ ὕδωρ τὸ ὑπεράνω τῶν οὐρανῶν
148:5 αἰνεσάτωσαν τὸ ὄνομα κυρίου ὅτι αὐτὸς εἶπεν καὶ ἐγενήθησαν αὐτὸς ἐνετείλατο καὶ ἐκτίσθησαν
148:6 ἔστησεν αὐτὰ εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος πρόσταγμα ἔθετο καὶ οὐ παρελεύσεται
148:7 αἰνεῖτε τὸν κύριον ἐκ τῆς γῆς δράκοντες καὶ πᾶσαι ἄβυσσοι
148:8 πῦρ χάλαζα χιών κρύσταλλος πνεῦμα καταιγίδος τὰ ποιοῦντα τὸν λόγον αὐτοῦ
148:9 τὰ ὄρη καὶ πάντες οἱ βουνοί ξύλα καρποφόρα καὶ πᾶσαι κέδροι
148:10 τὰ θηρία καὶ πάντα τὰ κτήνη ἑρπετὰ καὶ πετεινὰ πτερωτά
148:11 βασιλεῖς τῆς γῆς καὶ πάντες λαοί ἄρχοντες καὶ πάντες κριταὶ γῆς
148:12 νεανίσκοι καὶ παρθένοι πρεσβῦται μετὰ νεωτέρων
148:13 αἰνεσάτωσαν τὸ ὄνομα κυρίου ὅτι ὑψώθη τὸ ὄνομα αὐτοῦ μόνου ἡ ἐξομολόγησις αὐτοῦ ἐπὶ γῆς καὶ οὐρανοῦ
148:14 καὶ ὑψώσει κέρας λαοῦ αὐτοῦ ὕμνος πᾶσι τοῖς ὁσίοις αὐτοῦ τοῖς υἱοῖς Ισραηλ λαῷ ἐγγίζοντι αὐτῷ