92:1 εἰς τὴν ἡμέραν τοῦ προσαββάτου ὅτε κατῴκισται ἡ γῆ αἶνος ᾠδῆς τῷ Δαυιδ ὁ κύριος ἐβασίλευσεν εὐπρέπειαν ἐνεδύσατο ἐνεδύσατο κύριος δύναμιν καὶ περιεζώσατο καὶ γὰρ ἐστερέωσεν τὴν οἰκουμένην ἥτις οὐ σαλευθήσεται
92:2 ἕτοιμος ὁ θρόνος σου ἀπὸ τότε ἀπὸ τοῦ αἰῶνος σὺ εἶ
92:3 ἐπῆραν οἱ ποταμοί κύριε ἐπῆραν οἱ ποταμοὶ φωνὰς αὐτῶν
92:4 ἀπὸ φωνῶν ὑδάτων πολλῶν θαυμαστοὶ οἱ μετεωρισμοὶ τῆς θαλάσσης θαυμαστὸς ἐν ὑψηλοῖς ὁ κύριος
92:5 τὰ μαρτύριά σου ἐπιστώθησαν σφόδρα τῷ οἴκῳ σου πρέπει ἁγίασμα κύριε εἰς μακρότητα ἡμερῶν