59:1 εἰς τὸ τέλος τοῖς ἀλλοιωθησομένοις ἔτι εἰς στηλογραφίαν τῷ Δαυιδ εἰς διδαχήν
59:2 ὁπότε ἐνεπύρισεν τὴν Μεσοποταμίαν Συρίας καὶ τὴν Συρίαν Σωβα καὶ ἐπέστρεψεν Ιωαβ καὶ ἐπάταξεν τὴν φάραγγα τῶν ἁλῶν δώδεκα χιλιάδας
59:3 ὁ θεός ἀπώσω ἡμᾶς καὶ καθεῖλες ἡμᾶς ὠργίσθης καὶ οἰκτίρησας ἡμᾶς
59:4 συνέσεισας τὴν γῆν καὶ συνετάραξας αὐτήν ἴασαι τὰ συντρίμματα αὐτῆς ὅτι ἐσαλεύθη
59:5 ἔδειξας τῷ λαῷ σου σκληρά ἐπότισας ἡμᾶς οἶνον κατανύξεως
59:6 ἔδωκας τοῖς φοβουμένοις σε σημείωσιν τοῦ φυγεῖν ἀπὸ προσώπου τόξου διάψαλμα
59:7 ὅπως ἂν ῥυσθῶσιν οἱ ἀγαπητοί σου σῶσον τῇ δεξιᾷ σου καὶ ἐπάκουσόν μου
59:8 ὁ θεὸς ἐλάλησεν ἐν τῷ ἁγίῳ αὐτοῦ ἀγαλλιάσομαι καὶ διαμεριῶ Σικιμα καὶ τὴν κοιλάδα τῶν σκηνῶν διαμετρήσω
59:9 ἐμός ἐστιν Γαλααδ καὶ ἐμός ἐστιν Μανασση καὶ Εφραιμ κραταίωσις τῆς κεφαλῆς μου Ιουδας βασιλεύς μου
59:10 Μωαβ λέβης τῆς ἐλπίδος μου ἐπὶ τὴν Ιδουμαίαν ἐκτενῶ τὸ ὑπόδημά μου ἐμοὶ ἀλλόφυλοι ὑπετάγησαν
59:11 τίς ἀπάξει με εἰς πόλιν περιοχῆς τίς ὁδηγήσει με ἕως τῆς Ιδουμαίας
59:12 οὐχὶ σύ ὁ θεός ὁ ἀπωσάμενος ἡμᾶς καὶ οὐκ ἐξελεύσῃ ὁ θεός ἐν ταῖς δυνάμεσιν ἡμῶν
59:13 δὸς ἡμῖν βοήθειαν ἐκ θλίψεως καὶ ματαία σωτηρία ἀνθρώπου
59:14 ἐν δὲ τῷ θεῷ ποιήσομεν δύναμιν καὶ αὐτὸς ἐξουδενώσει τοὺς θλίβοντας ἡμᾶς