49:1 ψαλμὸς τῷ Ασαφ θεὸς θεῶν κύριος ἐλάλησεν καὶ ἐκάλεσεν τὴν γῆν ἀπὸ ἀνατολῶν ἡλίου καὶ μέχρι δυσμῶν
49:2 ἐκ Σιων ἡ εὐπρέπεια τῆς ὡραιότητος αὐτοῦ ὁ θεὸς ἐμφανῶς ἥξει
49:3 ὁ θεὸς ἡμῶν καὶ οὐ παρασιωπήσεται πῦρ ἐναντίον αὐτοῦ καυθήσεται καὶ κύκλῳ αὐτοῦ καταιγὶς σφόδρα
49:4 προσκαλέσεται τὸν οὐρανὸν ἄνω καὶ τὴν γῆν διακρῖναι τὸν λαὸν αὐτοῦ
49:5 συναγάγετε αὐτῷ τοὺς ὁσίους αὐτοῦ τοὺς διατιθεμένους τὴν διαθήκην αὐτοῦ ἐπὶ θυσίαις
49:6 καὶ ἀναγγελοῦσιν οἱ οὐρανοὶ τὴν δικαιοσύνην αὐτοῦ ὅτι ὁ θεὸς κριτής ἐστιν διάψαλμα
49:7 ἄκουσον λαός μου καὶ λαλήσω σοι Ισραηλ καὶ διαμαρτύρομαί σοι ὁ θεὸς ὁ θεός σού εἰμι ἐγώ
49:8 οὐκ ἐπὶ ταῖς θυσίαις σου ἐλέγξω σε τὰ δὲ ὁλοκαυτώματά σου ἐνώπιόν μού ἐστιν διὰ παντός
49:9 οὐ δέξομαι ἐκ τοῦ οἴκου σου μόσχους οὐδὲ ἐκ τῶν ποιμνίων σου χιμάρους
49:10 ὅτι ἐμά ἐστιν πάντα τὰ θηρία τοῦ δρυμοῦ κτήνη ἐν τοῖς ὄρεσιν καὶ βόες
49:11 ἔγνωκα πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ ὡραιότης ἀγροῦ μετ᾽ ἐμοῦ ἐστιν
49:12 ἐὰν πεινάσω οὐ μή σοι εἴπω ἐμὴ γάρ ἐστιν ἡ οἰκουμένη καὶ τὸ πλήρωμα αὐτῆς
49:13 μὴ φάγομαι κρέα ταύρων ἢ αἷμα τράγων πίομαι
49:14 θῦσον τῷ θεῷ θυσίαν αἰνέσεως καὶ ἀπόδος τῷ ὑψίστῳ τὰς εὐχάς σου
49:15 καὶ ἐπικάλεσαί με ἐν ἡμέρᾳ θλίψεως καὶ ἐξελοῦμαί σε καὶ δοξάσεις με διάψαλμα
49:16 τῷ δὲ ἁμαρτωλῷ εἶπεν ὁ θεός ἵνα τί σὺ διηγῇ τὰ δικαιώματά μου καὶ ἀναλαμβάνεις τὴν διαθήκην μου διὰ στόματός σου
49:17 σὺ δὲ ἐμίσησας παιδείαν καὶ ἐξέβαλες τοὺς λόγους μου εἰς τὰ ὀπίσω
49:18 εἰ ἐθεώρεις κλέπτην συνέτρεχες αὐτῷ καὶ μετὰ μοιχῶν τὴν μερίδα σου ἐτίθεις
49:19 τὸ στόμα σου ἐπλεόνασεν κακίαν καὶ ἡ γλῶσσά σου περιέπλεκεν δολιότητα
49:20 καθήμενος κατὰ τοῦ ἀδελφοῦ σου κατελάλεις καὶ κατὰ τοῦ υἱοῦ τῆς μητρός σου ἐτίθεις σκάνδαλον
49:21 ταῦτα ἐποίησας καὶ ἐσίγησα ὑπέλαβες ἀνομίαν ὅτι ἔσομαί σοι ὅμοιος ἐλέγξω σε καὶ παραστήσω κατὰ πρόσωπόν σου
49:22 σύνετε δὴ ταῦτα οἱ ἐπιλανθανόμενοι τοῦ θεοῦ μήποτε ἁρπάσῃ καὶ μὴ ᾖ ὁ ῥυόμενος
49:23 θυσία αἰνέσεως δοξάσει με καὶ ἐκεῖ ὁδός ᾗ δείξω αὐτῷ τὸ σωτήριον τοῦ θεοῦ