28:1 ψαλμὸς τῷ Δαυιδ ἐξοδίου σκηνῆς ἐνέγκατε τῷ κυρίῳ υἱοὶ θεοῦ ἐνέγκατε τῷ κυρίῳ υἱοὺς κριῶν ἐνέγκατε τῷ κυρίῳ δόξαν καὶ τιμήν
28:2 ἐνέγκατε τῷ κυρίῳ δόξαν ὀνόματι αὐτοῦ προσκυνήσατε τῷ κυρίῳ ἐν αὐλῇ ἁγίᾳ αὐτοῦ
28:3 φωνὴ κυρίου ἐπὶ τῶν ὑδάτων ὁ θεὸς τῆς δόξης ἐβρόντησεν κύριος ἐπὶ ὑδάτων πολλῶν
28:4 φωνὴ κυρίου ἐν ἰσχύι φωνὴ κυρίου ἐν μεγαλοπρεπείᾳ
28:5 φωνὴ κυρίου συντρίβοντος κέδρους καὶ συντρίψει κύριος τὰς κέδρους τοῦ Λιβάνου
28:6 καὶ λεπτυνεῖ αὐτὰς ὡς τὸν μόσχον τὸν Λίβανον καὶ ὁ ἠγαπημένος ὡς υἱὸς μονοκερώτων
28:7 φωνὴ κυρίου διακόπτοντος φλόγα πυρός
28:8 φωνὴ κυρίου συσσείοντος ἔρημον καὶ συσσείσει κύριος τὴν ἔρημον Καδης
28:9 φωνὴ κυρίου καταρτιζομένου ἐλάφους καὶ ἀποκαλύψει δρυμούς καὶ ἐν τῷ ναῷ αὐτοῦ πᾶς τις λέγει δόξαν
28:10 κύριος τὸν κατακλυσμὸν κατοικιεῖ καὶ καθίεται κύριος βασιλεὺς εἰς τὸν αἰῶνα
28:11 κύριος ἰσχὺν τῷ λαῷ αὐτοῦ δώσει κύριος εὐλογήσει τὸν λαὸν αὐτοῦ ἐν εἰρήνῃ