12:1 ὡς δὲ καὶ οὗτος μακαρίως ἀπέθανεν καταβληθεὶς εἰς λέβητα ὁ ἕβδομος παρεγίνετο πάντων νεώτερος
12:2 ὃν κατοικτίρας ὁ τύραννος καίπερ δεινῶς ὑπὸ τῶν ἀδελφῶν αὐτοῦ κακισθείς ὁρῶν ἤδη τὰ δεσμὰ περικείμενα πλησιέστερον αὐτὸν μετεπέμψατο καὶ παρηγορεῖν ἐπειρᾶτο λέγων
12:3 τῆς μὲν τῶν ἀδελφῶν σου ἀπονοίας τὸ τέλος ὁρᾷς διὰ γὰρ ἀπείθειαν στρεβλωθέντες τεθνᾶσιν
12:4 σὺ δὲ εἰ μὲν μὴ πεισθείης τάλας βασανισθεὶς καὶ αὐτὸς τεθνήξῃ πρὸ ὥρας
12:5 πεισθεὶς δὲ φίλος ἔσῃ καὶ τῶν ἐπὶ τῆς βασιλείας ἀφηγήσῃ πραγμάτων
12:6 καὶ ταῦτα παρακαλῶν τὴν μητέρα τοῦ παιδὸς μετεπέμψατο ὅπως αὐτὴν ἐλεήσας τοσούτων υἱῶν στερηθεῖσαν παρορμήσειεν ἐπὶ τὴν σωτήριον εὐπείθειαν τὸν περιλειπόμενον
12:7 ὁ δὲ τῆς μητρὸς τῇ Εβραΐδι φωνῇ προτρεψαμένης αὐτόν ὡς ἐροῦμεν μετὰ μικρὸν ὕστερον
12:8 λύσατέ μέ φησιν εἴπω τῷ βασιλεῖ καὶ τοῖς σὺν αὐτῷ φίλοις πᾶσιν
12:9 καὶ ἐπιχαρέντες μάλιστα ἐπὶ τῇ ἐπαγγελίᾳ τοῦ παιδὸς ταχέως ἔλυσαν αὐτόν
12:10 καὶ δραμὼν ἐπὶ πλησίον τῶν τηγάνων
12:11 ἀνόσιέ φησιν καὶ πάντων πονηρῶν ἀσεβέστατε τύραννε οὐκ ᾐδέσθης παρὰ τοῦ θεοῦ λαβὼν τὰ ἀγαθὰ καὶ τὴν βασιλείαν τοὺς θεράποντας αὐτοῦ κατακτεῖναι καὶ τοὺς τῆς εὐσεβείας ἀσκητὰς στρεβλῶσαι
12:12 ἀνθ᾽ ὧν ταμιεύσεταί σε ἡ δίκη πυκνοτέρῳ καὶ αἰωνίῳ πυρὶ καὶ βασάνοις αἳ εἰς ὅλον τὸν αἰῶνα οὐκ ἀνήσουσίν σε
12:13 οὐκ ᾐδέσθης ἄνθρωπος ὤν θηριωδέστατε τοὺς ὁμοιοπαθεῖς καὶ ἐκ τῶν αὐτῶν γεγονότας στοιχείων γλωττοτομῆσαι καὶ τοῦτον καταικίσας τὸν τρόπον βασανίσαι
12:14 ἀλλ᾽ οἱ μὲν εὐγενῶς ἀποθανόντες ἐπλήρωσαν τὴν εἰς τὸν θεὸν εὐσέβειαν σὺ δὲ κακῶς οἰμώξεις τοὺς τῆς ἀρετῆς ἀγωνιστὰς ἀναιτίως ἀποκτεῖνας
12:15 ὅθεν καὶ αὐτὸς ἀποθνῄσκειν μέλλων ἔφη
12:16 οὐκ ἀπαυτομολῶ τῆς τῶν ἀδελφῶν μου ἀριστείας
12:17 ἐπικαλοῦμαι δὲ τὸν πατρῷον θεὸν ὅπως ἵλεως γένηται τῷ ἔθνει ἡμῶν
12:18 σὲ δὲ καὶ ἐν τῷ νῦν βίῳ καὶ θανόντα τιμωρήσεται
12:19 καὶ ταῦτα κατευξάμενος ἑαυτὸν ἔρριψε κατὰ τῶν τηγάνων καὶ οὕτως ἀπέδωκεν