11:1 ὡς δὲ καὶ οὗτος ταῖς βασάνοις καταικισθεὶς ἐναπέθανεν ὁ πέμπτος παρεπήδησεν λέγων
11:2 οὐ μέλλω τύραννε πρὸς τὸν ὑπὲρ τῆς ἀρετῆς βασανισμὸν παραιτεῖσθαι
11:3 αὐτὸς δ᾽ ἀπ᾽ ἐμαυτοῦ παρῆλθον ὅπως κἀμὲ κατακτείνας περὶ πλειόνων ἀδικημάτων ὀφειλήσῃς τῇ οὐρανίῳ δίκῃ τιμωρίαν
11:4 ὦ μισάρετε καὶ μισάνθρωπε τί δράσαντας ἡμᾶς τοῦτον πορθεῖς τὸν τρόπον
11:5 ὅτι τὸν πάντων κτίστην εὐσεβοῦμεν καὶ κατὰ τὸν ἐνάρετον αὐτοῦ ζῶμεν νόμον
11:6 ἀλλὰ ταῦτα τιμῶν οὐ βασάνων ἐστὶν ἄξια
11:7 
11:8 
11:9 τοιαῦτα δὲ λέγοντα οἱ δορυφόροι δήσαντες αὐτὸν εἷλκον ἐπὶ τὸν καταπέλτην
11:10 ἐφ᾽ ὃν δήσαντες αὐτὸν ἐπὶ τὰ γόνατα καὶ ταῦτα ποδάγραις σιδηραῖς ἐφαρμόσαντες τὴν ὀσφὺν αὐτοῦ περὶ τροχιαῖον σφῆνα κατέκαμψαν περὶ ὃν ὅλος περὶ τὸν τροχὸν σκορπίου τρόπον ἀνακλώμενος ἐξεμελίζετο
11:11 κατὰ τοῦτον τὸν τρόπον καὶ τὸ πνεῦμα στενοχωρούμενος καὶ τὸ σῶμα ἀγχόμενος
11:12 καλάς ἔλεγεν ἄκων ὦ τύραννε χάριτας ἡμῖν χαρίζῃ διὰ γενναιοτέρων πόνων ἐπιδείξασθαι παρέχων τὴν εἰς τὸν νόμον ἡμῶν καρτερίαν
11:13 τελευτήσαντος δὲ καὶ τούτου ὁ ἕκτος ἤγετο μειρακίσκος ὃς πυνθανομένου τοῦ τυράννου εἰ βούλοιτο φαγὼν ἀπολύεσθαι ὁ δὲ ἔφη
11:14 ἐγὼ τῇ μὲν ἡλικίᾳ τῶν ἀδελφῶν μού εἰμι νεώτερος τῇ δὲ διανοίᾳ ἡλικιώτης
11:15 εἰς ταὐτὰ γὰρ γεννηθέντες καὶ ἀνατραφέντες ὑπὲρ τῶν αὐτῶν καὶ ἀποθνῄσκειν ὀφείλομεν ὁμοίως
11:16 ὥστε εἴ σοι δοκεῖ βασανίζειν μὴ μιαροφαγοῦντα βασάνιζε
11:17 ταῦτα αὐτὸν εἰπόντα παρῆγον ἐπὶ τὸν τροχόν
11:18 ἐφ᾽ οὗ κατατεινόμενος ἐπιμελῶς καὶ ἐκσπονδυλιζόμενος ὑπεκαίετο
11:19 καὶ ὀβελίσκους ὀξεῖς πυρώσαντες τοῖς νώτοις προσέφερον καὶ τὰ πλευρὰ διαπείραντες αὐτοῦ τὰ σπλάγχνα διέκαιον
11:20 ὁ δὲ βασανιζόμενος ὦ ἱεροπρεποῦς ἀγῶνος ἔλεγεν ἐφ᾽ ὃν διὰ τὴν εὐσέβειαν εἰς γυμνασίαν πόνων ἀδελφοὶ τοσοῦτοι κληθέντες οὐκ ἐνικήθημεν
11:21 ἀνίκητος γάρ ἐστιν ὦ τύραννε ἡ εὐσεβὴς ἐπιστήμη
11:22 καλοκἀγαθίᾳ καθωπλισμένος τεθνήξομαι κἀγὼ μετὰ τῶν ἀδελφῶν μου
11:23 μέγαν σοὶ καὶ αὐτὸς προσβάλλων ἀλάστορα καινουργὲ τῶν βασάνων καὶ πολέμιε τῶν ἀληθῶς εὐσεβούντων
11:24 ἓξ μειράκια καταλελύκαμέν σου τὴν τυραννίδα
11:25 τὸ γὰρ μὴ δυνηθῆναί σε μεταπεῖσαι τὸν λογισμὸν ἡμῶν μήτε βιάσασθαι πρὸς τὴν μιαροφαγίαν οὐ κατάλυσίς ἐστίν σου
11:26 τὸ πῦρ σου ψυχρὸν ἡμῖν καὶ ἄπονοι οἱ καταπέλται καὶ ἀδύνατος ἡ βία σου
11:27 οὐ γὰρ τυράννου ἀλλὰ θείου νόμου προεστήκασιν ἡμῶν οἱ δορυφόροι διὰ τοῦτο ἀνίκητον ἔχομεν τὸν λογισμόν