7:1 ὥσπερ γὰρ ἄριστος κυβερνήτης ὁ τοῦ πατρὸς ἡμῶν Ελεαζαρου λογισμὸς πηδαλιουχῶν τὴν τῆς εὐσεβείας ναῦν ἐν τῷ τῶν παθῶν πελάγει
7:2 καὶ καταικιζόμενος ταῖς τοῦ τυράννου ἀπειλαῖς καὶ καταντλούμενος ταῖς τῶν βασάνων τρικυμίαις
7:3 κατ᾽ οὐδένα τρόπον ἔτρεψε τοὺς τῆς εὐσεβείας οἴακας ἕως οὗ ἔπλευσεν ἐπὶ τὸν τῆς ἀθανάτου νίκης λιμένα
7:4 οὐχ οὕτως πόλις πολλοῖς καὶ ποικίλοις μηχανήμασιν ἀντέσχε ποτὲ πολιορκουμένη ὡς ὁ πανάγιος ἐκεῖνος τὴν ἱερὰν ψυχὴν αἰκισμοῖς τε καὶ στρέβλαις πυρπολούμενος ἐνίκησεν τοὺς πολιορκοῦντας διὰ τὸν ὑπερασπίζοντα τῆς εὐσεβείας λογισμόν
7:5 ὥσπερ γὰρ πρόκρημνον ἄκραν τὴν ἑαυτοῦ διάνοιαν ὁ πατὴρ Ελεαζαρ ἐκτείνας περιέκλασεν τοὺς ἐπιμαινομένους τῶν παθῶν κλύδωνας
7:6 ὦ ἄξιε τῆς ἱερωσύνης ἱερεῦ οὐκ ἐμίανας τοὺς ἱεροὺς ὀδόντας οὐδὲ τὴν θεοσέβειαν καὶ καθαρισμὸν χωρήσασαν γαστέρα ἐκοίνωσας μιαροφαγίᾳ
7:7 ὦ σύμφωνε νόμου καὶ φιλόσοφε θείου βίου
7:8 τοιούτους δεῖ εἶναι τοὺς δημιουργοῦντας τὸν νόμον ἰδίῳ αἵματι καὶ γενναίῳ ἱδρῶτι τοῖς μέχρι θανάτου πάθεσιν ὑπερασπίζοντας
7:9 σύ πάτερ τὴν εὐνομίαν ἡμῶν διὰ τῶν ὑπομονῶν εἰς δόξαν ἐκύρωσας καὶ τὴν ἁγιαστίαν σεμνολογήσας οὐ κατέλυσας καὶ διὰ τῶν ἔργων ἐπιστοποίησας τοὺς τῆς θείας φιλοσοφίας σου λόγους
7:10 ὦ βασάνων βιαιότερε γέρων καὶ πυρὸς εὐτονώτερε πρεσβῦτα καὶ παθῶν μέγιστε βασιλεῦ Ελεαζαρ
7:11 ὥσπερ γὰρ ὁ πατὴρ Ααρων τῷ θυμιατηρίῳ καθωπλισμένος διὰ τοῦ ἐθνοπλήθους ἐπιτρέχων τὸν ἐμπυριστὴν ἐνίκησεν ἄγγελον
7:12 οὕτως ὁ Ααρωνίδης Ελεαζαρ διὰ τοῦ πυρὸς ὑπερτηκόμενος οὐ μετετράπη τὸν λογισμόν
7:13 καίτοι τὸ θαυμασιώτατον γέρων ὢν λελυμένων μὲν ἤδη τῶν τοῦ σώματος τόνων περικεχαλασμένων δὲ τῶν σαρκῶν κεκμηκότων δὲ καὶ τῶν νεύρων ἀνενέασεν
7:14 τῷ πνεύματι διὰ τοῦ λογισμοῦ καὶ τῷ Ισακίῳ λογισμῷ τὴν πολυκέφαλον στρέβλαν ἠκύρωσεν
7:15 ὦ μακαρίου γήρως καὶ σεμνῆς πολιᾶς καὶ βίου νομίμου ὃν πιστὴ θανάτου σφραγὶς ἐτελείωσεν
7:16 εἰ δὴ τοίνυν γέρων ἀνὴρ τῶν μέχρι θανάτου βασάνων περιεφρόνει δι᾽ εὐσέβειαν ὁμολογουμένως ἡγεμών ἐστιν τῶν παθῶν ὁ εὐσεβὴς λογισμός
7:17 ἴσως δ᾽ ἂν εἴποιέν τινες τῶν παθῶν οὐ πάντες περικρατοῦσιν ὅτι οὐδὲ πάντες φρόνιμον ἔχουσιν τὸν λογισμόν
7:18 ἀλλ᾽ ὅσοι τῆς εὐσεβείας προνοοῦσιν ἐξ ὅλης καρδίας οὗτοι μόνοι δύνανται κρατεῖν τῶν τῆς σαρκὸς παθῶν
7:19 πιστεύοντες ὅτι θεῷ οὐκ ἀποθνῄσκουσιν ὥσπερ οὐδὲ οἱ πατριάρχαι ἡμῶν Αβρααμ καὶ Ισαακ καὶ Ιακωβ ἀλλὰ ζῶσιν τῷ θεῷ
7:20 οὐδὲν οὖν ἐναντιοῦται τὸ φαίνεσθαί τινας παθοκρατεῖσθαι διὰ τὸν ἀσθενῆ λογισμόν
7:21 ἐπεὶ τίς πρὸς ὅλον τὸν τῆς φιλοσοφίας κανόνα φιλοσοφῶν καὶ πεπιστευκὼς θεῷ
7:22 καὶ εἰδὼς ὅτι διὰ τὴν ἀρετὴν πάντα πόνον ὑπομένειν μακάριόν ἐστιν οὐκ ἂν περικρατήσειεν τῶν παθῶν διὰ τὴν θεοσέβειαν
7:23 μόνος γὰρ ὁ σοφὸς καὶ ἀνδρεῖός ἐστιν τῶν παθῶν κύριος