12:1 καὶ ὅτε ἐπετελέσθη ὁ γάμος ἐκάλεσεν Τωβιθ Τωβιαν τὸν υἱὸν αὐτοῦ καὶ εἶπεν αὐτῷ παιδίον ὅρα δοῦναι τὸν μισθὸν τῷ ἀνθρώπῳ τῷ πορευθέντι μετὰ σοῦ καὶ προσθεῖναι αὐτῷ εἰς τὸν μισθόν
12:2 καὶ εἶπεν αὐτῷ πάτερ πόσον αὐτῷ δώσω τὸν μισθόν οὐ βλάπτομαι διδοὺς αὐτῷ τὸ ἥμισυ τῶν ὑπαρχόντων ὧν ἐνήνοχεν μετ᾽ ἐμοῦ
12:3 ἐμὲ ἀγείοχεν ὑγιαίνοντα καὶ τὴν γυναῖκά μου ἐθεράπευσεν καὶ τὸ ἀργύριον ἤνεγκεν μετ᾽ ἐμοῦ καὶ σὲ ἐθεράπευσεν πόσον αὐτῷ ἔτι δῶ μισθόν
12:4 καὶ εἶπεν αὐτῷ Τωβις δικαιοῦται αὐτῷ παιδίον λαβεῖν τὸ ἥμισυ πάντων ὧν ἔχων ἦλθεν
12:5 καὶ ἐκάλεσεν αὐτὸν καὶ εἶπεν λαβὲ τὸ ἥμισυ πάντων ὧν ἔχων ἦλθες εἰς τὸν μισθόν σου καὶ ὕπαγε ὑγιαίνων
12:6 τότε ἐκάλεσεν τοὺς δύο κρυπτῶς καὶ εἶπεν αὐτοῖς τὸν θεὸν εὐλογεῖτε καὶ αὐτῷ ἐξομολογεῖσθε ἐνώπιον πάντων τῶν ζώντων ἃ ἐποίησεν μεθ᾽ ὑμῶν ἀγαθά τοῦ εὐλογεῖν καὶ ὑμνεῖν τὸ ὄνομα αὐτοῦ τοὺς λόγους τοῦ θεοῦ ὑποδείκνυτε πᾶσιν ἀνθρώποις ἐντίμως καὶ μὴ ὀκνεῖτε ἐξομολογεῖσθαι αὐτῷ
12:7 μυστήριον βασιλέως κρύπτειν καλόν τὰ δὲ ἔργα τοῦ θεοῦ ἀνακαλύπτειν καὶ ἐξομολογεῖσθαι ἐντίμως τὸ ἀγαθὸν ποιεῖτε καὶ κακὸν οὐχ εὑρήσει ὑμᾶς
12:8 ἀγαθὸν προσευχὴ μετὰ ἀληθείας καὶ ἐλεημοσύνη μετὰ δικαιοσύνης μᾶλλον ἢ πλοῦτος μετὰ ἀδικίας καλὸν ποιῆσαι ἐλεημοσύνην μᾶλλον ἢ θησαυρίσαι χρυσίον
12:9 ἐλεημοσύνη ἐκ θανάτου ῥύεται καὶ αὐτὴ ἀποκαθαίρει πᾶσαν ἁμαρτίαν οἱ ποιοῦντες ἐλεημοσύνην χορτασθήσονται ζωῆς
12:10 οἱ ποιοῦντες ἁμαρτίαν καὶ ἀδικίαν πολέμιοί εἰσιν τῆς ἑαυτῶν ψυχῆς
12:11 πᾶσαν τὴν ἀλήθειαν ὑμῖν ὑποδείξω καὶ οὐ μὴ κρύψω ἀφ᾽ ὑμῶν πᾶν ῥῆμα ἤδη ὑμῖν ὑπέδειξα καὶ εἶπον μυστήριον βασιλέως καλὸν κρύψαι καὶ τὰ ἔργα τοῦ θεοῦ ἀνακαλύπτειν ἐνδόξως
12:12 καὶ νῦν ὅτε προσηύξω καὶ Σαρρα ἐγὼ προσήγαγον τὸ μνημόσυνον τῆς προσευχῆς ὑμῶν ἐνώπιον τῆς δόξης κυρίου καὶ ὅτε ἔθαπτες τοὺς νεκρούς ὡσαύτως
12:13 καὶ ὅτε οὐκ ὤκνησας ἀναστῆναι καὶ καταλιπεῖν σου τὸ ἄριστον καὶ ᾤχου καὶ περιέστειλες τὸν νεκρόν τότε ἀπέσταλμαι ἐπὶ σὲ πειράσαι σε
12:14 καὶ ἅμα ἀπέσταλκέν με ὁ θεὸς ἰάσασθαί σε καὶ Σαρραν τὴν νύμφην σου
12:15 ἐγώ εἰμι Ραφαηλ εἷς τῶν ἑπτὰ ἀγγέλων οἳ παρεστήκασιν καὶ εἰσπορεύονται ἐνώπιον τῆς δόξης κυρίου
12:16 καὶ ἐταράχθησαν οἱ δύο καὶ ἔπεσαν ἐπὶ πρόσωπον αὐτῶν καὶ ἐφοβήθησαν
12:17 καὶ εἶπεν αὐτοῖς μὴ φοβεῖσθε εἰρήνη ὑμῖν τὸν θεὸν εὐλογεῖτε εἰς πάντα τὸν αἰῶνα
12:18 ἐγὼ ὅτε ἤμην μεθ᾽ ὑμῶν οὐχὶ τῇ ἐμῇ χάριτι ἤμην μεθ᾽ ὑμῶν ἀλλὰ τῇ θελήσει τοῦ θεοῦ αὐτὸν εὐλογεῖτε κατὰ πάσας τὰς ἡμέρας αὐτῷ ὑμνεῖτε
12:19 καὶ ἐθεωρεῖτέ με ὅτι οὐκ ἔφαγον οὐθέν ἀλλὰ ὅρασις ὑμῖν ἐθεωρεῖτο
12:20 καὶ νῦν εὐλογεῖτε ἐπὶ τῆς γῆς κύριον καὶ ἐξομολογεῖσθε τῷ θεῷ ἰδοὺ ἐγὼ ἀναβαίνω πρὸς τὸν ἀποστείλαντά με γράψατε πάντα ταῦτα τὰ συμβάντα ὑμῖν καὶ ἀνέβη
12:21 καὶ ἀνέστησαν καὶ οὐκέτι ἠδύναντο ἰδεῖν αὐτόν
12:22 καὶ ηὐλόγουν καὶ ὕμνουν τὸν θεὸν καὶ ἐξωμολογοῦντο αὐτῷ ἐπὶ τὰ ἔργα αὐτοῦ τὰ μεγάλα ταῦτα ὡς ὤφθη αὐτοῖς ἄγγελος θεοῦ