9:1 καὶ ἐκάλεσεν Τωβιας τὸν Ραφαηλ καὶ εἶπεν αὐτῷ
9:2 Αζαρια ἄδελφε λαβὲ μετὰ σεαυτοῦ παῖδα καὶ δύο καμήλους καὶ πορεύθητι ἐν Ῥάγοις τῆς Μηδίας παρὰ Γαβαηλ καὶ κόμισαί μοι τὸ ἀργύριον καὶ αὐτὸν ἄγε εἰς τὸν γάμον
9:3 διότι ὀμώμοκεν Ραγουηλ μὴ ἐξελθεῖν με
9:4 καὶ ὁ πατήρ μου ἀριθμεῖ τὰς ἡμέρας καὶ ἐὰν χρονίσω μέγα ὀδυνηθήσεται λίαν
9:5 καὶ ἐπορεύθη Ραφαηλ καὶ ηὐλίσθη παρὰ Γαβαήλῳ καὶ ἔδωκεν αὐτῷ τὸ χειρόγραφον ὃς δὲ προήνεγκεν τὰ θυλάκια ἐν ταῖς σφραγῖσιν καὶ ἔδωκεν αὐτῷ
9:6 καὶ ὤρθρευσαν κοινῶς καὶ ἤλθοσαν εἰς τὸν γάμον καὶ εὐλόγησεν Τωβιας τὴν γυναῖκα αὐτοῦ