2:1 καὶ οὗτοι οἱ υἱοὶ τῆς χώρας οἱ ἀναβαίνοντες ἀπὸ τῆς αἰχμαλωσίας τῆς ἀποικίας ἧς ἀπῴκισεν Ναβουχοδονοσορ βασιλεὺς Βαβυλῶνος εἰς Βαβυλῶνα καὶ ἐπέστρεψαν εἰς Ιερουσαλημ καὶ Ιουδα ἀνὴρ εἰς πόλιν αὐτοῦ
2:2 οἳ ἦλθον μετὰ Ζοροβαβελ Ἰησοῦς Νεεμιας Σαραιας Ρεελιας Μαρδοχαιος Βαλασαν Μασφαρ Βαγουι Ρεουμ Βαανα ἀνδρῶν ἀριθμὸς λαοῦ Ισραηλ
2:3 υἱοὶ Φορος δισχίλιοι ἑκατὸν ἑβδομήκοντα δύο
2:4 υἱοὶ Σαφατια τριακόσιοι ἑβδομήκοντα δύο
2:5 υἱοὶ Ηρα ἑπτακόσιοι ἑβδομήκοντα πέντε
2:6 υἱοὶ Φααθμωαβ τοῖς υἱοῖς Ιησουε Ιωαβ δισχίλιοι ὀκτακόσιοι δέκα δύο
2:7 υἱοὶ Αιλαμ χίλιοι διακόσιοι πεντήκοντα τέσσαρες
2:8 υἱοὶ Ζαθουα ἐννακόσιοι τεσσαράκοντα πέντε
2:9 υἱοὶ Ζακχου ἑπτακόσιοι ἑξήκοντα
2:10 υἱοὶ Βανουι ἑξακόσιοι τεσσαράκοντα δύο
2:11 υἱοὶ Βαβι ἑξακόσιοι εἴκοσι τρεῖς
2:12 υἱοὶ Ασγαδ τρισχίλιοι διακόσιοι εἴκοσι δύο
2:13 υἱοὶ Αδωνικαμ ἑξακόσιοι ἑξήκοντα ἕξ
2:14 υἱοὶ Βαγοι δισχίλιοι πεντήκοντα ἕξ
2:15 υἱοὶ Αδιν τετρακόσιοι πεντήκοντα τέσσαρες
2:16 υἱοὶ Ατηρ τῷ Εζεκια ἐνενήκοντα ὀκτώ
2:17 υἱοὶ Βασου τριακόσιοι εἴκοσι τρεῖς
2:18 υἱοὶ Ιωρα ἑκατὸν δέκα δύο
2:19 υἱοὶ Ασεμ διακόσιοι εἴκοσι τρεῖς
2:20 υἱοὶ Γαβερ ἐνενήκοντα πέντε
2:21 υἱοὶ Βαιθλεεμ ἑκατὸν εἴκοσι τρεῖς
2:22 υἱοὶ Νετωφα πεντήκοντα ἕξ
2:23 υἱοὶ Αναθωθ ἑκατὸν εἴκοσι ὀκτώ
2:24 υἱοὶ Ασμωθ τεσσαράκοντα δύο
2:25 υἱοὶ Καριαθιαριμ Καφιρα καὶ Βηρωθ ἑπτακόσιοι τεσσαράκοντα τρεῖς
2:26 υἱοὶ Αραμα καὶ Γαβαα ἑξακόσιοι εἴκοσι εἷς
2:27 ἄνδρες Μαχμας ἑκατὸν εἴκοσι δύο
2:28 ἄνδρες Βαιθηλ καὶ Αια τετρακόσιοι εἴκοσι τρεῖς
2:29 υἱοὶ Ναβου πεντήκοντα δύο
2:30 υἱοὶ Μαγεβως ἑκατὸν πεντήκοντα ἕξ
2:31 υἱοὶ Ηλαμ-αρ χίλιοι διακόσιοι πεντήκοντα τέσσαρες
2:32 υἱοὶ Ηραμ τριακόσιοι εἴκοσι
2:33 υἱοὶ Λοδ Αρωθ καὶ Ωνω ἑπτακόσιοι εἴκοσι πέντε
2:34 υἱοὶ Ιεριχω τριακόσιοι τεσσαράκοντα πέντε
2:35 υἱοὶ Σαναα τρισχίλιοι ἑξακόσιοι τριάκοντα
2:36 καὶ οἱ ἱερεῖς υἱοὶ Ιεδουα τῷ οἴκῳ Ἰησοῦ ἐννακόσιοι ἑβδομήκοντα τρεῖς
2:37 υἱοὶ Εμμηρ χίλιοι πεντήκοντα δύο
2:38 υἱοὶ Φασσουρ χίλιοι διακόσιοι τεσσαράκοντα ἑπτά
2:39 υἱοὶ Ηρεμ χίλιοι ἑπτά
2:40 καὶ οἱ Λευῖται υἱοὶ Ἰησοῦ καὶ Καδμιηλ τοῖς υἱοῖς Ωδουια ἑβδομήκοντα τέσσαρες
2:41 οἱ ᾄδοντες υἱοὶ Ασαφ ἑκατὸν εἴκοσι ὀκτώ
2:42 υἱοὶ τῶν πυλωρῶν υἱοὶ Σαλουμ υἱοὶ Ατηρ υἱοὶ Τελμων υἱοὶ Ακουβ υἱοὶ Ατιτα υἱοὶ Σαβαου οἱ πάντες ἑκατὸν τριάκοντα ἐννέα
2:43 οἱ ναθιναῖοι υἱοὶ Σουια υἱοὶ Ασουφε υἱοὶ Ταβαωθ
2:44 υἱοὶ Κηραος υἱοὶ Σωηα υἱοὶ Φαδων
2:45 υἱοὶ Λαβανω υἱοὶ Αγαβα υἱοὶ Ακαβωθ
2:46 υἱοὶ Αγαβ υἱοὶ Σαμαλαι υἱοὶ Αναν
2:47 υἱοὶ Κεδελ υἱοὶ Γαερ υἱοὶ Ρεηα
2:48 υἱοὶ Ρασων υἱοὶ Νεκωδα υἱοὶ Γαζεμ
2:49 υἱοὶ Ουσα υἱοὶ Φαση υἱοὶ Βασι
2:50 υἱοὶ Ασενα υἱοὶ Μαωνιμ υἱοὶ Ναφισων
2:51 υἱοὶ Βακβουκ υἱοὶ Ακιφα υἱοὶ Αρουρ
2:52 υἱοὶ Βασαλωθ υἱοὶ Μαουδα υἱοὶ Αρησα
2:53 υἱοὶ Βαρκους υἱοὶ Σισαρα υἱοὶ Θεμα
2:54 υἱοὶ Νασουε υἱοὶ Ατουφα
2:55 υἱοὶ Αβδησελμα υἱοὶ Σατι υἱοὶ Ασεφηραθ υἱοὶ Φαδουρα
2:56 υἱοὶ Ιεηλα υἱοὶ Δαρκων υἱοὶ Γεδηλ
2:57 υἱοὶ Σαφατια υἱοὶ Ατιλ υἱοὶ Φαχεραθ-ασεβωιν υἱοὶ Ημι
2:58 πάντες οἱ ναθινιν καὶ υἱοὶ Αβδησελμα τριακόσιοι ἐνενήκοντα δύο
2:59 καὶ οὗτοι οἱ ἀναβάντες ἀπὸ Θελμελεθ Θελαρησα Χαρουβ Ηδαν Εμμηρ καὶ οὐκ ἠδυνάσθησαν τοῦ ἀναγγεῖλαι οἶκον πατριᾶς αὐτῶν καὶ σπέρμα αὐτῶν εἰ ἐξ Ισραηλ εἰσίν
2:60 υἱοὶ Δαλαια υἱοὶ Βουα υἱοὶ Τωβια υἱοὶ Νεκωδα ἑξακόσιοι πεντήκοντα δύο
2:61 καὶ ἀπὸ τῶν υἱῶν τῶν ἱερέων υἱοὶ Χαβια υἱοὶ Ακους υἱοὶ Βερζελλαι ὃς ἔλαβεν ἀπὸ θυγατέρων Βερζελλαι τοῦ Γαλααδίτου γυναῖκα καὶ ἐκλήθη ἐπὶ τῷ ὀνόματι αὐτῶν
2:62 οὗτοι ἐζήτησαν γραφὴν αὐτῶν οἱ μεθωεσιμ καὶ οὐχ εὑρέθησαν καὶ ἠγχιστεύθησαν ἀπὸ τῆς ἱερατείας
2:63 καὶ εἶπεν Αθερσαθα αὐτοῖς τοῦ μὴ φαγεῖν ἀπὸ τοῦ ἁγίου τῶν ἁγίων ἕως ἀναστῇ ἱερεὺς τοῖς φωτίζουσιν καὶ τοῖς τελείοις
2:64 πᾶσα δὲ ἡ ἐκκλησία ὡς εἷς τέσσαρες μυριάδες δισχίλιοι τριακόσιοι ἑξήκοντα
2:65 χωρὶς δούλων αὐτῶν καὶ παιδισκῶν αὐτῶν οὗτοι ἑπτακισχίλιοι τριακόσιοι τριάκοντα ἑπτά καὶ οὗτοι ᾄδοντες καὶ ᾄδουσαι διακόσιοι
2:66 ἵπποι αὐτῶν ἑπτακόσιοι τριάκοντα ἕξ ἡμίονοι αὐτῶν διακόσιοι τεσσαράκοντα πέντε
2:67 κάμηλοι αὐτῶν τετρακόσιοι τριάκοντα πέντε ὄνοι αὐτῶν ἑξακισχίλιοι ἑπτακόσιοι εἴκοσι
2:68 καὶ ἀπὸ ἀρχόντων πατριῶν ἐν τῷ ἐλθεῖν αὐτοὺς εἰς οἶκον κυρίου τὸν ἐν Ιερουσαλημ ἡκουσιάσαντο εἰς οἶκον τοῦ θεοῦ τοῦ στῆσαι αὐτὸν ἐπὶ τὴν ἑτοιμασίαν αὐτοῦ
2:69 ὡς ἡ δύναμις αὐτῶν ἔδωκαν εἰς θησαυρὸν τοῦ ἔργου χρυσίον καθαρόν μναῖ ἓξ μυριάδες καὶ χίλιαι καὶ ἀργύριον μναῖ πεντακισχίλιαι καὶ κοθωνοι τῶν ἱερέων ἑκατόν
2:70 καὶ ἐκάθισαν οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ οἱ ἀπὸ τοῦ λαοῦ καὶ οἱ ᾄδοντες καὶ οἱ πυλωροὶ καὶ οἱ ναθινιμ ἐν πόλεσιν αὐτῶν καὶ πᾶς Ισραηλ ἐν πόλεσιν αὐτῶν