3:1 καὶ βασιλεὺς Δαρεῖος ἐποίησεν δοχὴν μεγάλην πᾶσιν τοῖς ὑπ᾽ αὐτὸν καὶ πᾶσιν τοῖς οἰκογενέσιν αὐτοῦ καὶ πᾶσιν τοῖς μεγιστᾶσιν τῆς Μηδίας καὶ τῆς Περσίδος
3:2 καὶ πᾶσιν τοῖς σατράπαις καὶ στρατηγοῖς καὶ τοπάρχαις τοῖς ὑπ᾽ αὐτὸν ἀπὸ τῆς Ἰνδικῆς μέχρι τῆς Αἰθιοπίας ἐν ταῖς ἑκατὸν εἴκοσι ἑπτὰ σατραπείαις
3:3 καὶ ἐφάγοσαν καὶ ἐπίοσαν καὶ ἐμπλησθέντες ἀνέλυσαν ὁ δὲ Δαρεῖος ὁ βασιλεὺς ἀνέλυσεν εἰς τὸν κοιτῶνα καὶ ἐκοιμήθη καὶ ἔξυπνος ἐγένετο
3:4 τότε οἱ τρεῖς νεανίσκοι οἱ σωματοφύλακες οἱ φυλάσσοντες τὸ σῶμα τοῦ βασιλέως εἶπαν ἕτερος πρὸς τὸν ἕτερον
3:5 εἴπωμεν ἕκαστος ἡμῶν ἕνα λόγον ὃς ὑπερισχύσει καὶ οὗ ἂν φανῇ τὸ ῥῆμα αὐτοῦ σοφώτερον τοῦ ἑτέρου δώσει αὐτῷ Δαρεῖος ὁ βασιλεὺς δωρεὰς μεγάλας καὶ ἐπινίκια μεγάλα
3:6 καὶ πορφύραν περιβαλέσθαι καὶ ἐν χρυσώμασιν πίνειν καὶ ἐπὶ χρυσῷ καθεύδειν καὶ ἅρμα χρυσοχάλινον καὶ κίδαριν βυσσίνην καὶ μανιάκην περὶ τὸν τράχηλον
3:7 καὶ δεύτερος καθιεῖται Δαρείου διὰ τὴν σοφίαν αὐτοῦ καὶ συγγενὴς Δαρείου κληθήσεται
3:8 καὶ τότε γράψαντες ἕκαστος τὸν ἑαυτοῦ λόγον ἐσφραγίσαντο καὶ ἔθηκαν ὑπὸ τὸ προσκεφάλαιον Δαρείου τοῦ βασιλέως καὶ εἶπαν
3:9 ὅταν ἐγερθῇ ὁ βασιλεύς δώσουσιν αὐτῷ τὸ γράμμα καὶ ὃν ἂν κρίνῃ ὁ βασιλεὺς καὶ οἱ τρεῖς μεγιστᾶνες τῆς Περσίδος ὅτι ὁ λόγος αὐτοῦ σοφώτερος αὐτῷ δοθήσεται τὸ νῖκος καθὼς γέγραπται
3:10 ὁ εἷς ἔγραψεν ὑπερισχύει ὁ οἶνος
3:11 ὁ ἕτερος ἔγραψεν ὑπερισχύει ὁ βασιλεύς
3:12 ὁ τρίτος ἔγραψεν ὑπερισχύουσιν αἱ γυναῖκες ὑπὲρ δὲ πάντα νικᾷ ἡ ἀλήθεια
3:13 καὶ ὅτε ἐξηγέρθη ὁ βασιλεύς λαβόντες τὸ γράμμα ἔδωκαν αὐτῷ καὶ ἀνέγνω
3:14 καὶ ἐξαποστείλας ἐκάλεσεν πάντας τοὺς μεγιστᾶνας τῆς Περσίδος καὶ τῆς Μηδίας καὶ σατράπας καὶ στρατηγοὺς καὶ τοπάρχας καὶ ὑπάτους καὶ ἐκάθισεν ἐν τῷ χρηματιστηρίῳ καὶ ἀνεγνώσθη τὸ γράμμα ἐνώπιον αὐτῶν
3:15 καὶ εἶπεν καλέσατε τοὺς νεανίσκους καὶ αὐτοὶ δηλώσουσιν τοὺς λόγους αὐτῶν καὶ ἐκλήθησαν καὶ εἰσήλθοσαν
3:16 καὶ εἶπαν αὐτοῖς ἀπαγγείλατε ἡμῖν περὶ τῶν γεγραμμένων
3:17 καὶ ἤρξατο ὁ πρῶτος ὁ εἴπας περὶ τῆς ἰσχύος τοῦ οἴνου καὶ ἔφη οὕτως
3:18 ἄνδρες πῶς ὑπερισχύει ὁ οἶνος πάντας τοὺς ἀνθρώπους τοὺς πίνοντας αὐτὸν πλανᾷ τὴν διάνοιαν
3:19 τοῦ τε βασιλέως καὶ τοῦ ὀρφανοῦ ποιεῖ τὴν διάνοιαν μίαν τήν τε τοῦ οἰκέτου καὶ τὴν τοῦ ἐλευθέρου τήν τε τοῦ πένητος καὶ τὴν τοῦ πλουσίου
3:20 καὶ πᾶσαν διάνοιαν μεταστρέφει εἰς εὐωχίαν καὶ εὐφροσύνην καὶ οὐ μέμνηται πᾶσαν λύπην καὶ πᾶν ὀφείλημα
3:21 καὶ πάσας καρδίας ποιεῖ πλουσίας καὶ οὐ μέμνηται βασιλέα οὐδὲ σατράπην καὶ πάντα διὰ ταλάντων ποιεῖ λαλεῖν
3:22 καὶ οὐ μέμνηται ὅταν πίνωσιν φιλιάζειν φίλοις καὶ ἀδελφοῖς καὶ μετ᾽ οὐ πολὺ σπῶνται μαχαίρας
3:23 καὶ ὅταν ἀπὸ τοῦ οἴνου γενηθῶσιν οὐ μέμνηται ἃ ἔπραξαν
3:24 ὦ ἄνδρες οὐχ ὑπερισχύει ὁ οἶνος ὅτι οὕτως ἀναγκάζει ποιεῖν καὶ ἐσίγησεν οὕτως εἴπας