25:1 προσθέμενος δὲ Αβρααμ ἔλαβεν γυναῖκα ᾗ ὄνομα Χεττουρα
25:2 ἔτεκεν δὲ αὐτῷ τὸν Ζεμραν καὶ τὸν Ιεξαν καὶ τὸν Μαδαν καὶ τὸν Μαδιαμ καὶ τὸν Ιεσβοκ καὶ τὸν Σωυε
25:3 Ιεξαν δὲ ἐγέννησεν τὸν Σαβα καὶ τὸν Θαιμαν καὶ τὸν Δαιδαν υἱοὶ δὲ Δαιδαν ἐγένοντο Ραγουηλ καὶ Ναβδεηλ καὶ Ασσουριιμ καὶ Λατουσιιμ καὶ Λοωμιμ
25:4 υἱοὶ δὲ Μαδιαμ Γαιφα καὶ Αφερ καὶ Ενωχ καὶ Αβιρα καὶ Ελραγα πάντες οὗτοι ἦσαν υἱοὶ Χεττουρας
25:5 ἔδωκεν δὲ Αβρααμ πάντα τὰ ὑπάρχοντα αὐτοῦ Ισαακ τῷ υἱῷ αὐτοῦ
25:6 καὶ τοῖς υἱοῖς τῶν παλλακῶν αὐτοῦ ἔδωκεν Αβρααμ δόματα καὶ ἐξαπέστειλεν αὐτοὺς ἀπὸ Ισαακ τοῦ υἱοῦ αὐτοῦ ἔτι ζῶντος αὐτοῦ πρὸς ἀνατολὰς εἰς γῆν ἀνατολῶν
25:7 ταῦτα δὲ τὰ ἔτη ἡμερῶν ζωῆς Αβρααμ ὅσα ἔζησεν ἑκατὸν ἑβδομήκοντα πέντε ἔτη
25:8 καὶ ἐκλιπὼν ἀπέθανεν Αβρααμ ἐν γήρει καλῷ πρεσβύτης καὶ πλήρης ἡμερῶν καὶ προσετέθη πρὸς τὸν λαὸν αὐτοῦ
25:9 καὶ ἔθαψαν αὐτὸν Ισαακ καὶ Ισμαηλ οἱ υἱοὶ αὐτοῦ εἰς τὸ σπήλαιον τὸ διπλοῦν εἰς τὸν ἀγρὸν Εφρων τοῦ Σααρ τοῦ Χετταίου ὅ ἐστιν ἀπέναντι Μαμβρη
25:10 τὸν ἀγρὸν καὶ τὸ σπήλαιον ὃ ἐκτήσατο Αβρααμ παρὰ τῶν υἱῶν Χετ ἐκεῖ ἔθαψαν Αβρααμ καὶ Σαρραν τὴν γυναῖκα αὐτοῦ
25:11 ἐγένετο δὲ μετὰ τὸ ἀποθανεῖν Αβρααμ εὐλόγησεν ὁ θεὸς Ισαακ τὸν υἱὸν αὐτοῦ καὶ κατῴκησεν Ισαακ παρὰ τὸ φρέαρ τῆς ὁράσεως
25:12 αὗται δὲ αἱ γενέσεις Ισμαηλ τοῦ υἱοῦ Αβρααμ ὃν ἔτεκεν Αγαρ ἡ παιδίσκη Σαρρας τῷ Αβρααμ
25:13 καὶ ταῦτα τὰ ὀνόματα τῶν υἱῶν Ισμαηλ κατ᾽ ὄνομα τῶν γενεῶν αὐτοῦ πρωτότοκος Ισμαηλ Ναβαιωθ καὶ Κηδαρ καὶ Ναβδεηλ καὶ Μασσαμ
25:14 καὶ Μασμα καὶ Ιδουμα καὶ Μασση
25:15 καὶ Χοδδαδ καὶ Θαιμαν καὶ Ιετουρ καὶ Ναφες καὶ Κεδμα
25:16 οὗτοί εἰσιν οἱ υἱοὶ Ισμαηλ καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν ἐν ταῖς σκηναῖς αὐτῶν καὶ ἐν ταῖς ἐπαύλεσιν αὐτῶν δώδεκα ἄρχοντες κατὰ ἔθνη αὐτῶν
25:17 καὶ ταῦτα τὰ ἔτη τῆς ζωῆς Ισμαηλ ἑκατὸν τριάκοντα ἑπτὰ ἔτη καὶ ἐκλιπὼν ἀπέθανεν καὶ προσετέθη πρὸς τὸ γένος αὐτοῦ
25:18 κατῴκησεν δὲ ἀπὸ Ευιλατ ἕως Σουρ ἥ ἐστιν κατὰ πρόσωπον Αἰγύπτου ἕως ἐλθεῖν πρὸς Ἀσσυρίους κατὰ πρόσωπον πάντων τῶν ἀδελφῶν αὐτοῦ κατῴκησεν
25:19 καὶ αὗται αἱ γενέσεις Ισαακ τοῦ υἱοῦ Αβρααμ Αβρααμ ἐγέννησεν τὸν Ισαακ
25:20 ἦν δὲ Ισαακ ἐτῶν τεσσαράκοντα ὅτε ἔλαβεν τὴν Ρεβεκκαν θυγατέρα Βαθουηλ τοῦ Σύρου ἐκ τῆς Μεσοποταμίας ἀδελφὴν Λαβαν τοῦ Σύρου ἑαυτῷ γυναῖκα
25:21 ἐδεῖτο δὲ Ισαακ κυρίου περὶ Ρεβεκκας τῆς γυναικὸς αὐτοῦ ὅτι στεῖρα ἦν ἐπήκουσεν δὲ αὐτοῦ ὁ θεός καὶ ἔλαβεν ἐν γαστρὶ Ρεβεκκα ἡ γυνὴ αὐτοῦ
25:22 ἐσκίρτων δὲ τὰ παιδία ἐν αὐτῇ εἶπεν δέ εἰ οὕτως μοι μέλλει γίνεσθαι ἵνα τί μοι τοῦτο ἐπορεύθη δὲ πυθέσθαι παρὰ κυρίου
25:23 καὶ εἶπεν κύριος αὐτῇ δύο ἔθνη ἐν τῇ γαστρί σού εἰσιν καὶ δύο λαοὶ ἐκ τῆς κοιλίας σου διασταλήσονται καὶ λαὸς λαοῦ ὑπερέξει καὶ ὁ μείζων δουλεύσει τῷ ἐλάσσονι
25:24 καὶ ἐπληρώθησαν αἱ ἡμέραι τοῦ τεκεῖν αὐτήν καὶ τῇδε ἦν δίδυμα ἐν τῇ κοιλίᾳ αὐτῆς
25:25 ἐξῆλθεν δὲ ὁ υἱὸς ὁ πρωτότοκος πυρράκης ὅλος ὡσεὶ δορὰ δασύς ἐπωνόμασεν δὲ τὸ ὄνομα αὐτοῦ Ησαυ
25:26 καὶ μετὰ τοῦτο ἐξῆλθεν ὁ ἀδελφὸς αὐτοῦ καὶ ἡ χεὶρ αὐτοῦ ἐπειλημμένη τῆς πτέρνης Ησαυ καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Ιακωβ Ισαακ δὲ ἦν ἐτῶν ἑξήκοντα ὅτε ἔτεκεν αὐτοὺς Ρεβεκκα
25:27 ηὐξήθησαν δὲ οἱ νεανίσκοι καὶ ἦν Ησαυ ἄνθρωπος εἰδὼς κυνηγεῖν ἄγροικος Ιακωβ δὲ ἦν ἄνθρωπος ἄπλαστος οἰκῶν οἰκίαν
25:28 ἠγάπησεν δὲ Ισαακ τὸν Ησαυ ὅτι ἡ θήρα αὐτοῦ βρῶσις αὐτῷ Ρεβεκκα δὲ ἠγάπα τὸν Ιακωβ
25:29 ἥψησεν δὲ Ιακωβ ἕψεμα ἦλθεν δὲ Ησαυ ἐκ τοῦ πεδίου ἐκλείπων
25:30 καὶ εἶπεν Ησαυ τῷ Ιακωβ γεῦσόν με ἀπὸ τοῦ ἑψέματος τοῦ πυρροῦ τούτου ὅτι ἐκλείπω διὰ τοῦτο ἐκλήθη τὸ ὄνομα αὐτοῦ Εδωμ
25:31 εἶπεν δὲ Ιακωβ τῷ Ησαυ ἀπόδου μοι σήμερον τὰ πρωτοτόκιά σου ἐμοί
25:32 εἶπεν δὲ Ησαυ ἰδοὺ ἐγὼ πορεύομαι τελευτᾶν καὶ ἵνα τί μοι ταῦτα τὰ πρωτοτόκια
25:33 καὶ εἶπεν αὐτῷ Ιακωβ ὄμοσόν μοι σήμερον καὶ ὤμοσεν αὐτῷ ἀπέδοτο δὲ Ησαυ τὰ πρωτοτόκια τῷ Ιακωβ
25:34 Ιακωβ δὲ ἔδωκεν τῷ Ησαυ ἄρτον καὶ ἕψεμα φακοῦ καὶ ἔφαγεν καὶ ἔπιεν καὶ ἀναστὰς ᾤχετο καὶ ἐφαύλισεν Ησαυ τὰ πρωτοτόκια